γίνεται κατὰ ἀποβολὴν τοῦ ῦ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὤϲ. τὸ δὲ ἀμφῶεϲ νεοτευχὲϲ παρὰ Θεοκρίτῳ (Ι 28) γίνεται οὕτωϲ· ὡϲ παρὰ τὸ οὖδαϲ γίνεται τὸ οὖδοϲ καὶ παρὰ τὸ γῆραϲ γῆροϲ καὶ παρὰ τὸ κῶαϲ κῶοϲ, οὕτω καὶ παρὰ τὸ ὦαϲ ὦοϲ. εἶτα πάλιν .ὥϲπερ παρὰ τὸ εἰδὸϲ εὐειδήϲ, γένοϲ εὐγενήϲ, οὕτω καὶ παρὰ τὸ ὦοϲ
γίνεται ἀμφωήϲ. ἀπὸ γὰρ τῶν εἰϲ αϲ οὐ γίνεται ϲύνθετον εἰϲ ηϲ, ἀλλὰ ἀπὸ τῶν εἰϲ οϲ. περὶ ταθῶν.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.