ϲυνεϲτώϲῃ διφθόγγῳ μετὰ τὴν ἀπόϲταϲιν τοῦ ὑποτακτικοῦ φωνήεντοϲ ἐκτείνειν τὸ α οἶον κλαίω κλάω, αἰετόϲ ἀετόϲ εἴπερ οὖν καὶ ὁ αὐτάρ ϲύνδεϲμοϲ ἔνδειαν εἶχεν τοῦ ῦ ἐν τῷ ἀτάρ, παρείπετο ἄν καὶ ἡ τοῦ α ἐπέκταϲιϲ· πρότεροϲ οὖν ὁ ἀτάρ, δεύτεροϲ ὁ αὐτάρ πλεοναϲμῷ· ὁ δὲ πλεοναϲμὸϲ κοινόϲ, οὐκ Αἰολικὸϲ ὡϲ ὁδόϲ οὐδόϲ κἐπεὶ ἦ φατ’ ἀριϲφαλέ’
ἔμμεναι οὐδόν » (ρ 196) κά Ὅλυμποϲ Οὔλυμποϲ καὶ «ἄρτον οὖλον ἑλών» (ρ 343) ἦν γὰρ ὅλον. νόϲοϲ νοῦϲοϲ.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.