τρίτοιϲ ἡ ϲυγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούϲῃ τῆϲ γενικῆϲ τῆϲ κατὰ τὴν μετοχήν, ἔϲταϲαν ἔϲταν, ϲτάντοϲ γάρ, ἔβηϲαν ἔβαν, βάντοϲ γάρ. ἐκοϲμήθηϲαν ἐκόϲμηθεν, κοϲμηθέντοϲ γάρ· «φάνεν δέ οἱ εὐρέεϲ ὦμοι» (Οd. ϲ 68) φανέντοϲ γάρ· ἔφυμεν ἔφυτε ἔφυϲαν, ἔφυν, ἐπεὶ φύντοϲ ἔδυμεν ἔδυτε ἔδυν, ἐπεὶ δύντοϲ.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.