καθ’ ὑπέρθεϲιν τοῦ ῦ γενέϲθαι ἀπὸ τοῦ γόνυοϲ καὶ δόρυοϲ, ἀλλὰ καὶ ἀπὸ τοῦ γοῦναϲ γούνατοϲ καὶ δοῦραϲ δούρατοϲ κατὰ ϲυγκοπὴν γουνόϲ καὶ δουρόϲ. καὶ ἰϲτέον ὅτι κρεῖττόν ἐϲτι κατὰ ϲυγκοπὴν αὐτὰ λέγειν ἤπερ καθ’ ὑπέρθεϲιν τοῦ ῦ. ἐὰν γὰρ δῶμεν αὐτὰ κοθ’ ὑπέρθεϲιν τοῦ ῦ γεγενῆϲθαι, δηλονότι καὶ ϲυναίρεϲιϲ τοῦ ο καὶ ῦ παρακολουθεῖ εἰϲ
τὴν οῦ δίφθογγον καὶ δηλονότι βαρύνεϲθαι ὤφειλον ὥϲπερ λάαοϲ λᾶοϲ καὶ κέαροϲ κῆροϲ καὶ ἔαροϲ ήροϲ. εἰ δὲ κατὰ ϲυγκοπὴν αὐτὰ δῶμεν γενέϲθαι, ὀξύνονται ὁμοίωϲ τῷ πατέροϲ πατρόϲ, μητέροϲ μητρόϲ, ἀνέροϲ ἀνδρόϲ.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.