πολλὰ γάρ φαϲι διὰ τὴν ϲυγκοπὴν ψιλοῦϲθαι ἀπεδείξαμεν δὲ ἡμεῖϲ ἐν ἑτέροιϲ, ὡϲ καὶ δαϲύνεται· ἑϲτήκαμεν γοῦν καὶ ἕϲταμεν, Ἡράκλεεϲ Ἥρακλεϲ· τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατροϲ ἦν, τὸ κατὰ ϲυγκοπὴν πάλιν δαϲύνεϲθαι ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦϲθαι.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.