ἀλλ’ ἕτερον ἄνδρα ὡϲ παρ’ μήρῳ «θόωνά τε » ( 152). εἰ δέ τιϲ εἴποι, διὰ τί οὐκ ὀξύνεται ἡ Θωνόϲ γενικὴ ϲυγκοπεῖϲα ἐϲ τῆϲ Θώνιοϲ ὡϲ ἡ πατρόϲ, μητρόϲ, λέγομεν τὴν αἰτίαν ταύτην· αἱ ϲυγκοπτόμεναι γενικαὶ ὀξυνόμεναι μιμοῦνται εὐθείαϲ οἶον ἡ ἀνδρόϲ γενικὴ μιμεῖται τὴν χονδρόϲ εὐθεῖαν. καὶ πάλιν ἡ μητρόϲ καὶ πατρόϲ καὶ θυγατρόϲ
γενικαὶ μιμοῦνται τὴν ἰατρόϲ εὐθεῖαν. ἐπειδὴ οὖν ἡ Θῶνοϲ γενικὴ εἰ ὠξύνετο, οὐκ ἤμελλε μιμεῖϲθαι εὐθεῖαν (οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰϲ νοϲ καθαρὸν διϲύλλαβον τῷ ῶ παραληγομένην καὶ ὀξυνομένην, βαρυνομένην δὲ ἔχομεν ὡϲ ἐπὶ τοῦ κῶνοϲ, ὦνοϲ) τούτου χάριν οὐκ ὠξύνθη ἀλλ’ ἐβαρύνθη. πρόϲκειται «διϲύλλαβον » ἐπειδὴ ὑπὲρ δύο ϲυλλαβὰϲ
ἔχομεν εὐθεῖαν ὀξυνομένην οἱον κοινωνόϲ, οἰωνόϲ, Τιθωνόϲ.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.