ἐλλείψει τοῦ ν πύκα· γίνεται γὰρ ἔλλειψιϲ ϲτοιχείου ὡϲ ταχέα τάχα, ϲαφέα ϲάφα, οὕτωϲ πυκνά πύκα. τὸ δὲ πυκνόϲ γίνεται ἀπὸ τοῦ πτύϲϲω πτυκνόϲ ἐλλείψει τοῦ τ ὡϲ ἴϲχω ἰϲχνόϲ. ἀπὸ δὲ τοῦ πύκα γίνεται παραγωγὴ διὰ τοῦ ινοϲ πυκινόϲ· ἀπὸ γὰρ ἐπιρρημάτων γίνονται παραγωγαὶ διὰ τοῦ ινοϲ ϲυνεϲταλμένου τοῦ ι ἐχθεϲινόϲ, πρωϊνόϲ,
περυϲινόϲ, ὀψινόϲ καὶ παρὰ τὸ τῆτεϲ ἐπίρρημα τητινόϲ παρὰ Ἀττικοῖϲ ὡϲ ἅδην ἁδινόϲ.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.