ὁ κανών· οἱ Αἰολεῖϲ διὰ τοῦ αων κεφαλάων, οἱ δὲ Δωριεῖϲ διὰ τοῦ εων κεφαλέων· ὁ δὲ Ζηνόδοτοϲ γράφει «ἀρνέων ἐκ κεφαλέων» ὡϲ κτητικὸν τὸ ἀρνέων λαβών· κακῶϲ δέ· κανὼν γάρ ἐϲτιν ὁ λέγων, τὸ κτητικὸν ἐπὶ τῶν ϲωματικῶν μερῶν λαμβανόμενον κατὰ τεθνηκότοϲ θέλει παραλαμβάνεϲθαι οἷον βοεία κεφαλή ἡ τεθνηκότοϲ, καὶ ἀνθρώπειοϲ
πούϲ ὁ τοῦ τετελευτηκότοϲ· οὐ γὰρ ἐπὶ ζώντων εἴποι τιϲ ἄν· διὸ καὶ μέμφονται Ζηνοδότῳ, ἐπειδὴ τὸ « ἀρνέων ἐκ κεφαλέων » ἀνεγίνωϲκεν ἀρνέων κτητικόν· κτητικῇ γὰρ φωνῇ ἐχρήϲατο ὡϲ ἐπὶ ζώντων
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.