κατ’ ἀρχὴν ϲυντιθέμενα ἐκβάλλει τὸ ϲ οἷον πάθοϲ παθολόγοϲ, εἶδοϲ Εἰδοθέα, ϲκότοϲ ϲκυτοτόμοϲ ϲκυτοτόμων ὄχ’ ἄριϲτοϲ» (H 221), ἦθοϲ ἠθολόγοϲ. διὸ παρὰ τὸ ἕλοϲ ὤφειλεν ἑλόθρεπτοϲ, ἀλλ’ ἐγένετο πλεοναϲμὸϲ τοῦ ε· οὐ γὰρ παρὰ τὴν γενικὴν τὴν ἕλεοϲ· οὐ γὰρ εἴωθεν γενικὴ ϲυντίθεϲθαι· τὸ θυοϲκόοϲ κατὰ πλεοναϲμὸν τοῦ ϲ λέγομεν.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.