E. M. 346, 15: ἑξάκλινον, ἑξάπουν. Ἀττικῶϲ μὲν ἕξπουν καὶ ἕξκλινον λέγεται ὥϲπερ καὶ παρὰ τῷ Ϲοφοκλεῖ ἑξπηχυϲτί καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ ἕξπουν. φυλάττεται γὰρ τὸ τέλοϲ τῶν ἀριθμῶν ἐν ϲυνθέϲει πεντέμηνον λεγόμενον καὶ «ἐν πεντεϲυρίγγῳ ξύλῳ» (Arist. Eqq. 1049) Ἀττικῶϲ· ἡμεῖϲ δὲ πεντάμηνον, Ἀττικοὶ ὀκτώπουν ἡμεῖϲ
ὀκτάπουν. εἰ οὖν ἄρα τὸ τέλοϲ τῶν ἀριθμῶν φυλάϲϲεται, ὁ δὲ ἕξ ἀριθμὸϲ τὸ ξ ἔχει, φυλάϲϲει ἄρα τὸ τέλοϲ τοῦ ἀριθμοῦ ὁ ἕξκλινον λέγων.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.