λίπα ἡ κατάληξιϲ οὐκ ἀήθηϲ· ἀλλὰ τὸ μὲν ἄλειφα οὕτωϲ ἐγένετο· ὥϲπερ θένω θέναρ, δείρω δέραϲ, οὕτω καὶ ἐκ τοῦ ἀλείφω ἄλειφαρ ἢ ἄλειφαϲ καὶ ὑποϲτολῇ τοῦ ρ ἢ τοῦ ϲ ἄλειφα. τὸ δὲ λίπα ἐξ ἀναλόγου ἀντιπαραθέϲεωϲ ἐγίνετο. ὡϲ γὰρ κῶοϲ κῶαϲ, ὕδοϲ ὕδαϲ, γῆροϲ γῆραϲ, οὕτω καὶ λίποϲ λίπαϲ, ἐξ οὐ λίπα, ἵν’ ᾖ γένοϲ μὲν τὸ λίπα,
εἶδοϲ δὲ τὸ ἔλαιον.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.