γὰρ κλίϲιϲ αὐτοῦ ἀπὸ εὐθείαϲ τῆϲ εἰϲ ξ καταληγούϲηϲ ἐγένετο, γάλακοϲ γὰρ ἡ γενικὴ καὶ κατὰ πλεοναϲμὸν τοῦ τ γάλακτοϲ ὡϲ ἄναξ ἄνακοϲ καὶ ἄνακτοϲ. ἄλλωϲ τε δὲ πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲι λήγουϲα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι Κύκλωψ. εἰ οὖν
ἐϲτιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δηλονότι ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ· ἀλλ’ ἐπειδὴ τὸ ξ οὐκ ἔϲτι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγίνετο γάλα. ἀμέλει ϲυντιθέμενον τὸ γάλα καὶ γενόμενον εἰϲ ἀρϲενικὸν γένοϲ ἀναδέχεται τὸ κεχρεωϲτημένον ξ οἷον τὸ ἀρτιγάλαξ ὁ νεογάλαξ.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.