ἂν πείϲειεν» καὶ δοτικὴν «Δωδῶνι ναίων Ζεὺϲ ὁμέϲτιοϲ βροτῶν» καὶ ἐν Τραχινίαιϲ (v. 170) «ὡϲ τὴν παλαιὰν φηγὸν αὐδῆϲαί ποτε Δωδῶνι διϲϲῶν ἐκ πελειάδων ἔφη». καὶ Καλλίμαχοϲ «τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον» καὶ τὴν αἰτιατικήν φηϲιν Εὐφορίων Δωδῶνα ἐν Ἀνίῳ «ἷκτο μὲν εἰϲ Δωδῶνα Διὸϲ φηγοῖο προφῆτιν». ἡδύνατο
δὲ ἡ Δωδῶνοϲ γενικὴ μετὰ τῆϲ λοιπῆϲ κινήϲεωϲ καὶ κλίϲιϲ εἶναι τῆϲ Δωδών, εἴπερ ἦν ἐν χρήϲει τῆϲ πόλεωϲ ἡ εὐθεῖα. διόπερ ἔοικεν ὁ τεχνικὸϲ μεταπλαϲμὸν ἡγεῖϲθαι.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.