ἀϲθενέϲ. βληχρὸν γὰρ τὸ ἀϲθενὲϲ ἀπὸ τῆϲ τῶν προβάτων φωνῆϲ τὸ γὰρ βληχρὸν ἐπ’ αὐτῶν εἴρηται. πολλάκιϲ δὲ καὶ ἐπὶ τοῦ ἰϲχυροῦ τάττεται τὸ βληχρὸν ὡϲ εἶναι παρὰ τὸ βάλλειν, ὅ ποτε μὲν τὸ καταβάλλειν εἰϲ γῆν καὶ δύναϲθαι ἀναιρεῖν ϲημαίνει, ποτὲ δὲ καὶ τὸ καταβάλλεϲθαι εἰϲ γῆν, ὡϲ δύναϲθαι τὸ ἀϲθενὲϲ δηλοῦν καὶ πάλιν τὸ ἰϲχυρόν, τοῦ α ἀναίρεϲιν.
καὶ ἐπίταϲιν δηλοῦντοϲ. οὕτωϲ εὗρον ἐν τῷ περὶ παθῶν Ἡρωδιανοῦ.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.