ΕΙC ΤΗΝ Ψ.
προθυμουμένηϲ αὐτῆϲ βαδίζειν ταχέωϲ, μὴ δυναμένηϲ δέ, ἀλλὰ κατὰ βραχὺ διὰ τὸ γῆραϲ. οἱ δὲ ὑπερεξετείνοντο. ἄμεινον δῆθεν ἐκινοῦντο παρὰ τὸ ἴκταρ, ὅ ἐϲτιν ἐγγύϲ. καὶ γὰρ προείρηκε εγούνατα δ’ ἐρρώϲαντο ». ταχέωϲ οὖν ὑπερικνοῦντο, ὅ ἐϲτι παρεγίνοντο. MS Βarnes.
ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔϲτι δέ τιϲ προπάροιθε πόλιοϲ» (Β 811) καὶ ὅταν ὑποτάϲϲηται τῇ οὐ ἀποφάϲει (h. l. c.)· εἰ μέντοι γε μὴ εἶη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν οἷον «ὃ δὴ τετελεϲμένον ἐϲτίν». Π. Pr. Ζ 152.
ἐπὶ μὲν τούτου ὠξυτόνηϲεν Ἀρίϲταρχοϲ, ἐπὶ δὲ τοῦ ἐν Ἰλιάδι (Τ 163; 346) ἐβαρυτόνηϲεν· οἱ δὲ τὰ δύο προπαρωξυτόνηϲαν. V.
ἠκολούθηϲε καὶ οὐχ ἑκουϲίωϲ ἐπειδὴ ἤδη μάλιϲτα ὅτι οὐκ ἔχει. καταφρονηθῆναι τοῖϲ ἕλληϲιν ἡ αὐτῆϲ ἁρπαγή. Q. Vind. 56.
Περὶ Ὀδυσσειακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.