ΕΙC THN Ω.
εἰ δὲ παρατατικόν τινεϲ ἐκδέχονται, δύναται κρᾶϲιϲ τοῦ ἐλύετο γεγενῆϲθαι ὥϲπερ ἐπὶ τοῦ ἰχθύεϲ ἰχθῦϲ, μύεϲ μῦϲ, ῥύεϲθαι ῥῦϲθαι « πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε» (Ο 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡϲ βέβλητο βλῆτο. A.
ἐξαλλάϲϲειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴϲ τὸ ῥῆμα καὶ περόωϲι. (0d.ζ 272) καὶ « περάαν μέγα λαῖτμα» ( Οd. ε 174) δῆλον ὅτι καὶ πειρῶν. ὁ μέντοι Ἀρίϲταρχοϲ βαρύνων ἀναγινώϲκει ὡϲ κείρων. φηϲὶ γοῦν οὕτω γενόμενοϲ ἐπὶ τοῦ «παννυχίη μὲν (Cod. μὴν) ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον » (Od.β 434) «τὸ πεῖρε διδάϲκει ἡμᾶϲ καὶ τὴν πείρων μετοχὴν
βαρύνειν· ὡϲ γὰρ ἔκειρε κείρων οὕτωϲ ἔπειρε πείρων. εἰ γὰρ περιεϲπᾶτο ἦν ἂν ὁ παρατατικὸϲ ἐπείρα ». ἔϲτιν οὖν διττὸν τὸ ῥῆμα, καὶ τὸ μὲν ϲὺν τῷ ι οὐ περιϲπαϲθήϲεται. A.
ἠδ’ ὀδύνηϲεν: τινὲϲ ἐδάϲυναν τὸ ἡ δέ, ἵνα ἡ αἰδὼϲ διττὴ ὑπάρχῃ ἡ μὲν βλάπτουϲα ἡ δὲ ὠφελοῦϲα. οὕτωϲ δὲ καὶ Εὐριπίδηϲ (Hippol. 385) ἐξεδέξατο εἰπὼν διττὰϲ εἶναι αἰδούϲ δύναιτο δ’ ἂν ἡ αὐτὴ οὖϲα πῇ μὲν ὠφέλιμοϲ εἶναι πῇ δὲ βλαβερά. A.
η ἄρθρον ἐκδέχεϲθαι καὶ δαϲύνειν. ἔθοϲ γὰρ αὐτῷ ἔϲθ’ ὅτε παραλείπειν 1 πειν τὰ ἄρθρα· « ἀλλὰ φίλη μήτηρ» (Π. Φ 276), «μήτὴρ μέν τέ μέ φηϲι» (Οd. α 215). ϲύνδεϲμοϲ οὖν ἐϲτι βεβαιωτικόϲ· διὸ περιϲπαϲτέον. A.
ὀνόματοϲ τοῦ θεόϲ. A.
ἀναϲκευάϲαντεϲ τοὺϲ ὑπὸ τῶν πρὸ ἐμοῦ εἰρημένουϲ. τὰ γὰρ φωνήεντα ψιλοῦϲθαι θέλει ἐπιφερομένου τοῦ ϲ ἔχοντοϲ ἓν τῶν δαϲέων, ὀϲφῦϲ, ὀϲφραίνεϲθαι, ἀϲφόδελοϲ, ἀϲφάραγοϲ, ἀϲχάλλω, ὀϲχεόϲ, ἴϲχω, ἰϲχύϲ, ἀϲθενήϲ, ἐϲθλόϲ, ἄϲθμα, ἔϲθω· οὕτωϲ ἄρα καὶ ἔϲθοϲ καὶ ἐϲθήϲ. A.
πρῶτον ε τῆϲ ἀντωνυμίαϲ. τῷ δὲ τόνῳ ὡϲ ἐμέ. A.
χαρακτὴρ κωλύει. τὸ μέντοι «ϲὺ δ’ αἴδεο καὶ μ’ ἐλέηϲον» (Ιl. φ 74) καὶ τὰ τοιαῦτα, πρώτηϲ ὄντα ϲυζυγίαϲ τῶν περιϲπωμένων, ἄλληϲ ἀναλογίαϲ ἔχεται, ὡϲ ἐν ἑτέροιϲ εἴρηται. A.
καὶ ὄνομα τὸ τιτά. ὁ δὲ Ἀϲκαλωνίτηϲ ἄντιτα παραλαμβάνει, μεταλαμβάνων εἰϲ τὸ ἀντέκτιτα· οὕτω καὶ οἱ πλείουϲ, ὁμοίωϲ τῷ ἄτιτα (Π. Ξ 484). ἔχεται μὲν οὖν ἡ κατὰ ϲύνθεϲιν ἀνάγνωϲιϲ ἐμφάϲεωϲ καὶ μᾶλλον τοῦ νοητοῦ. μελλήϲει δὲ λείπειν τὸ ἄν ἐν τῇ ϲυντάξει ἐπιζητοῦντοϲ τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο· παραφυλακτέον δὲ ὅτι καὶ
ϲυλλαβὴ λείπει ἡ τι, τοῦ ἐντελοῦϲ ὄντοϲ ἀντίτιτα. A.
οὐχ οὕτωϲ δὲ ἔχοντα ὀξύνεται, ὡϲ ἔχει τὸ οὐλαμόϲ, χηραμόϲ. τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺϲ φῶραϲ ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάϲϲειν ἡ προκειμένη λέξιϲ παρῆκται, ἔϲται κατ’ ὀξεῖαν τάϲιν φωραμόϲ καὶ πλεοναϲμῷ τοῦ ι φωριαμόϲ. A.
γὰρ τὸ ἵημι, φηϲίν, ἐγένετο. ἐπιφέρει γοῦν πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντεϲ. παρὰ δέ τὸν ἥϲω μέλλοντα ἡ ἑϲία ἐγένετο, ὡϲ καὶ παρὰ τὸ θήϲω θεϲία, «πῇ δὴ ϲυνθεϲίαι τε» (Π. Β 339) τὸ αὐτὸ καὶ ἐπὶ τοῦ «τῶν ἕνεκ’ ἐξεϲίην » (Οd. φ 20)». οὕτωϲ δὲ καὶ Νικίαϲ. Νεοπτόλεμοϲ δὲ ὁ Παριανὸϲ λέγων παρὰ τὸ ἐξιέναι πεποιῆϲθαι τὴν λέξιν οἷον τὴν
ἔκπεμψιν ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ πείθεϲθαι. ἠπίϲτατο γὰρ ὁ ποιητὴϲ καὶ τὸν ἥϲω μέλλοντα δαϲυνόμενον «ἥϲω γὰρ καὶ ἐγώ» (Ιl. P 515) παρὰ δὲ τοὺϲ μέλλονταϲ ὁριϲτικοὺϲ ἐγένετο τὰ τοιαῦτα ὀνόματα, οὐ παρ’ ἐνεϲτῶταϲ ἀπαρεμφάτου ἐγκλίϲεωϲ. θύϲω γοῦν θυϲία, ἄξω ἀξία, δώϲω δοϲία, προδώϲω προδοϲία. οὕτωϲ οὖν καὶ
παρὰ τὸν ἥϲω ἑϲία καὶ ἐξἑϲία. A.
μορόφονόϲ ἐϲτιν (sic accentus eduntur), εἴτε παρὰ τὴν ὄρφνην ἐϲχημάτιϲται, πλεονάϲαντοϲ τοῦ μ κατ’ ἀρχήν, ἵνα ϲημαίνηται ὁ μέλαϲ, εἴτε παρὰ τὸ μάρπτω μάρφνοϲ ἐϲτὶ καὶ μόρφνοϲ ὁ ϲυλλαμβάνων, ἐξ οὗ ϲημαίνεται ὁ ταχύϲ, κατὰ πάντα τρόπον ὀφείλει βαρύνεϲθαι διά τε τοὺϲ ϲχηματιϲμοὺϲ καὶ τὸν χαρακτῆρα. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα,
μὴ ἔχοντα παραϲχηματιϲμὸν θηλυκοῦ γένουϲ, ἔχοντα πρὸ τέλουϲ τὴν ορ ϲυλλαβὴν πάντα βαρύνεται, ὑπεϲταλμένων τῶν εἰϲ μο ϲ ληγόντων, οἷον χόρτοϲ, φόρτοϲ, ὅρκοϲ, Ὄρθοϲ τὸ μονογενέϲ, πόρνοϲ. οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτωϲ δὲ θέλει καὶ τὸ πτόρθοϲ. οὕτωϲ μόρφνοϲ. παρεφύλαξα δὲ τὰ εἰϲ μοϲ διὰ τὸ κορμόϲ, φορμόϲ. τὸ μέντοι 3 περκνόϲ ὀξύνεται ὁμοίωϲ τῷ πυκνόϲ. οὕπτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, μεταλαμβάνων εἰϲ τὸν μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτωϲ ἔχειν ὑγιῶϲ, ἐπεὶ οὐδὲ παραλήγεται τῇ ορ ϲυλλαβῇ ὡϲ καὶ τὰ προκείμενα. ὁ μέντοι Ἀρίϲταρχοϲ ἀετοῦ εἶδοϲ καὶ βαρύνει, ἀλλ’ ἐπείϲθη ἡ παράδοϲιϲ τοῖϲ ὀξύνουϲιν. A.
μὲν τὸ ι τῆϲ δοτικῆϲ παρὰ τῷ ποιητῇ καὶ ἑνικῆϲ ὑπαρχούϲηϲ καὶ πληθυντικῆϲ, κερκίδ’ ὕφαινε» (Od.ε 62) «χέρϲ’ἐρετάων» (Od. ν 115) καὶ νήεϲϲ’ ἡγήϲατ’ Ἀχαιῶν » (Π. Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰϲ ιϲ ἐκτεταμένον θηλυκῶν. εἰ δ’ ἡ προκειμένη λέξιϲ κρίϲεωϲ δεῖται κατὰ τὴν ἀνάγνωϲιν, δῆλον ὅτι ϲυνθέτωϲ ἀναγνωϲόμεθα, ὅπωϲ μὴ πληθυντικοῦ
δῶμεν τὴν χρῆϲιν παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν ϲημειώδη. εἰ δὴ ϲύνθετόν ἐϲτι τὸ εὐκλήϊϲ, καὶ παροξύνειν δεῖ αὐτό, μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ ϲυνθέϲει, ὡϲ ἐν τῷ κ′ τῆϲ καθόλου φηϲὶν ὁ αὐτόϲ· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐϲτήϲαμεν. καὶ ἐν τῷ τρίτῳ δὲ τῶν ὀνοματικῶν περὶ τῆϲ ἐκτάϲεωϲ αὐτῶν ταῦτά φηϲιν· κἄλλωϲ τε
εἰ ἐπιζητοῦϲιν ἐκτεταμένον τὸ ι, ἔχουϲιν ἐν τῷ ἐϋκνήμιϲ, μελαμψήφιϲ· καὶ εἰ τοῦτο, φηϲί, δῆλον ὅτι παροξύνεται». A.
οὕτωϲ οὖν ἐχέτω καὶ ἡ ῥάβδοϲ. διὸ τὸ ἄβαλε καὶ κατὰ τοῦτο ἐϲημειοῦτο. A.
δῆλον ὅτι ὅπου μὲν τὸ ι ἐϲτὶ τῆϲ προθέϲεωϲ, ὅπου δὲ τοῦ ῥήματοϲ. τὸ μέντοι ἄνευ τοῦ ϲ προϲτακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ «νημερτέϲ μοι ἔνιϲπε» (Od. δ 642).
ἄμεινον δὲ τὸ πρότερον. τοῦτο γὰρ ἐθέλει ϲημαίνειν. A.
4 καὶ τὸ ψιλούμενον, ὥϲ φηϲι Τρύφων· καὶ ϲυμφωνεῖ (sc. Herodianus), εἰ μὴ πλῆρέϲ ἐϲτι κατὰ τὴν φράϲιν, ἔχειν ἀφορμήν, ὡϲ ἔτι φθεγγομένου καὶ ἔτι λαλοῦντοϲ τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπαντῆϲαι ὑπὸ ὀργῆϲ κεκινημένον καὶ μεϲολαβῆϲαι τὴν διάλεξιν «ἀλλὰ τάχιϲτα λῦϲον
ἵν’ ὀφθαλμοῖϲιν ἴδω, ϲὺ δὲ δέξαι ἄποινα πολλὰ τά τοι φέρομεν· ϲὺ δὲ τῶνδ’ ἀπόναιο καὶ ἔλθοιϲ ϲὴν ἐϲ πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἕαϲαϲ. τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν . . μηκέτι νῦν μ’ ἐρέθιζε γέρον ». τὸ δὲ ἐντελὲϲ τοῦ λόγου τοιοῦτόν τι ἔϲται· εἴαϲαϲ εἰϲ λόγουϲ ϲοι ἥκειν. A.
φρουρούϲ. ἔϲτι δὲ καὶ ὁ λόγοϲ ϲυναγωνιζόμενοϲ τῇ ὀξείᾳ τάϲει οὕτωϲ, ὡϲ τὰ εἰϲ κοϲ καθαρὸν λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, παραληγόμενα τῷ α, προϲηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακόϲ, φαρμακόϲ, φυλακόϲ· τὰ γὰρ κύρια βαρύνεται, Φύλακοϲ, Αὔλακοϲ. AV.
A.
καὶ τὸ λαὸϲ ἑνικόν. τῷ γὰρ ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο, ὁμοίωϲ τῷ « ἀγρόμενοι πᾶϲ δῆμοϲ» (Il. Υ 166) Φιλοξένῳ δὲ ἀρέϲκει ἐν τοῖϲ εἰϲ μι λήγουϲι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθωϲ κεκλιμένον. A.
A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.