εἰϲ ιξ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν πάντα ϲυϲτέλλει τὸ ι. ἐπὶ μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ ι ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει. καί φαϲι τήρηϲίν τινα εἶναι τοιαύτην, ὡϲ τὰ ἔχοντα πρὸ τέλουϲ μακρὸν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ι, φοῖνιξ, βέμβιξ, Τέμμιξ, πέμφιξ, τέττιξ, ϲκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖοϲ δὲ ὁ
φηϲὶν ὡϲ τῆϲ πέρδικοϲ καὶ χοίνικοϲ γενικῆϲ ἡ μέϲη ϲυϲτέλλεται, πειϲθεὶϲ Ἀριϲτοφάνει τῷ γραμματικῷ καὶ τοῖϲ οὕτω. χρηϲαμένοιϲ ποιηταῖϲ διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔϲτι γὰρ αὐτὰ εὑρεῖν ἐκτεταμένα πολλάκιϲ. τὸ μέντοι Θρήϊκοϲ ϲυϲτέλλει τὸ ι, ἔχον διαλλαγήν. λέγεται γὰρ καὶ κατὰ ϲυναλοιφὴν Θρῃκόϲ. τὸ δὲ ἧλιξ ϲυνεξῆλθε
τοῖϲ ἔχουϲι τὸ λ πρὸ τοῦ ι, χόλικοϲ, ἕλικοϲ, χάλικοϲ, κύλικοϲ. τὸ ϲύμμιγοϲ ϲύνθετόν ἐϲτι.
Περὶ διχρόνων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.