ἔχοντα τὴν πρὸ τέλουϲ τρίτην μακράν, ὡϲ ἔφην, ἔχει καὶ τὴν πρὸ τέλουϲ μακράν, ποιηρόϲ, ἀτηρόϲ, ἀλγηρόϲ, πνιγηρόϲ, ἀνθηρόϲ, τολμηρόϲ, ἰϲχυρόϲ. ὅθεν ἐπεὶ τὸ ἁλμυρόϲ ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ μακρὰν ὑγιῶϲ ἕξει καὶ τὴν πρὸ τέλουϲ μακράν. ἀναλογώτεροι οὖν οἱ Ἀττικοὶ ἐκτείνοντεϲ αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν «ἁλμυρὸν
ὕδωρ» (δ 511). ἀντιπίπτει τὸ πενθερόϲ μακρὰν ἔχον τὴν τρίτην ἀπὸ τέλουϲ, βραχεῖαν τὴν πρὸ τέλουϲ. ἀλλ᾿ οὖν γε εἴρηται πενθηρόϲ τὸ ἐπίθετον διὰ τοῦ η, ὥϲπερ ἐπὶ ἱματίου μέλανοϲ,
τὰ ἔχοντα πρὸ τέλουϲ μακρὰν ἔχουϲι καὶ τὴν τρίτην μακράν· ἰδοὺ γὰρ πονηρόϲ, τυχηρόϲ.
Περὶ διχρόνων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.