[24] Ἔτι καὶ αἱ ὀξυνόμεναι λέξειϲ, βαρυνόμεναι δὲ διὰ τὴν ϲυνέπειαν οἷον Ζεύϲ Ζεὺϲ δέ, καλόϲ καλὸϲ ἄνθρωποϲ, ϲοφόϲ ϲοφὸϲ ἀνήρ, ἐγκλιτικο͂ ἐπιφερομένου τὴν βαρεῖαν ἐγείρουϲιν
αὐτόϲ αὐτόϲ μοι
,
Ζεύϲ Ζεύϲ τε
. τὸ δὲ τίϲ φυλάττει τὴν ὀξεῖαν
τίϲ πόθεν εἰϲ ἀνδρῶν
(Φ 150). ἔτι καὶ ἐπιφερομένη ϲτιγμὴ οὐ κοιμίζει τὴν ὀξεῖαν εἰϲ βαρεῖαν
ὠκὺϲ Ἀχιλλεύϲ·
(Α 84). εἰ δὲ περιϲπῷτο ἡ λέξιϲ, φυλάττεται ἡ περιϲπωμένη
καλῶϲ μοι, ϲαφῶϲ γε
,
ποῖ ποτε
,
πῶϲ ποτε
,
πῇ με φέρειϲ;
Ἐὰν οὖν ϲυμβῇ πλείονα ἐφεξῆϲ ἐγκλιτικὰ εἶναι, πολλαὶ ἔϲονται αἱ παράλληλοι ὀξεῖαι, ὡϲ παρ’ Ὁμήρῳ
ἤ νύ ϲέ που δέοϲ ἴϲχει ἀκήριον
(Ε 812). τρεῖϲ γάρ εἰϲιν ἐφεξῆϲ αἱ ὀξεῖαι. δυνατὸν δὲ καὶ πλείουϲ ἐπινοῆϲαι οἷον
εἴ πέρ τίϲ ϲέ μοί φηϲί ποτε
. τὸ γὰρ
εἰ
ὀξύνεται διὰ τὴν ἐπιφορὰν τοῦ
πέρ
ἐγκλιτικοῦ. τὸ δὲ
πέρ
διὰ τὸ
τίϲ
, τὸ δὲ
τίϲ
διὰ τὸ
ϲέ
, τὸ δὲ
ϲέ
διὰ τὸ
μοί
, τὸ δὲ
μοί
διὰ τὸ
φηϲί
, τὸ δὲ
φηϲί
διὰ τὸ
ποτέ
. ὥϲτε ἐφεξῆϲ εἶναι ἓξ ὀξείαϲ, εἰ καὶ ϲπάνιον τὸ τοιοῦτον διὰ τὴν τοῦ πνεύματοϲ ϲυνέχειαν δεομένην ἀναπαύϲεωϲ.