Codicis E fragmenta recensionis a vulgata diversae I
τί ἐστιν ἡ ψυχὴ καὶ τίς ἂν εἴη λόγος αὐτῆς κοινότατος· χωρίζομεν δὴ τὰς μὲν οὐσίας ἀπὸ τῶν ὄντων τῶν ἄλλων· τῆς δὲ οὐσίας τὸ μὲν ὡς ὕλην λέγεσθαι τίθεμεν, ὅ καθʼ αὐτὸ οὐκ ἔστι τόδε τι, τὸ δὲ ἡ μορφή, τὸ δʼ ἐκ τούτων. ἔστι δʼ ἡ μὲν ὕλη δυνάμει, τὸ δʼ εἶδος ἐντελέχεια, αὕτη δʼ
ὑπάρχει διχῶς, ἢ γὰρ ὡς ἡ ἐπιστήμη, ἢ ὡς τὸ θεωρεῖν. οὐσίαι δὲ μάλιστα δοκοῦσιν εἶναι τὰ σώματα, καὶ τούτων τὰ φυσικά·
De anima (codicis E fragmenta recensionis a vulgata diversae). Aristotle. ed. W. D. Ross. United States. 2016.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.