ἀλλὰ τὰς ἀρχὰς ἐφʼ ἱκανόν, ὧν χάριν, σκεπτέον. οὐκ ἂν δόξειε κινήσεως ἕνεκα τὰ ὀστᾶ, ἀλλὰ μᾶλλον τὰ νεῦρα ἢ 1 τὰ ἀνάλογον, ἐν ᾡ πρώτῳ τὸ πνεῦμα τὸ κινητικόν, ἐπεὶ καὶ ἡ κοιλία κινεῖται καὶ ἡ καρδία νεῦρα ἔχει· τὰ δʼ οὐ πᾶσιν, ἀλλʼ ἐνίοις, ἀνάγκη καὶ πρὸς τὴν τοιαύτην κίνησιν νεῦρα ἔχειν, ἢ εἰς τὲ ὁ γὰρ πολύπους ἐπʼ ὀλίγον καὶ κακῶς
βαδίζει. δεῖ γὰρ τοῦτο λαβεῖν ὥσπερ ἀρχήν, ὅτι πᾶσιν ἢ ἄλλου τινὸς χάριν ἄλλα πρὸς τὴν κίνησιν τὴν οἰκείαν, οἷον τοῖς μὲν πεζοῖς πόδας, καὶ τοῦτο τοῖς μὲν ὀρθοῖς δύο, τοῖς δὲ παντελῶς ἐπὶ τῆς γῆς πλείους, ὅσοις ἡ ὕλη γεωδεστέρα καὶ ψυχροτέρα (τὰ δὲ καὶ ἄποδα ὅλως ἐγχωρεῖ·
βίᾳ γὰρ οὕτω κινεῖσθαι) τοῖς δὲ πτηνοῖς πτέρυγας, καὶ τούτων τὴν μορφὴν οἰκείαν τῇ φύσει, διάφορα δὲ τοῖς πτητικωτέροις καὶ βραδυτέροις. πόδας δὲ τροφῆς χάριν καὶ ἀναστάσεως, πλὴν τῆς νυκτερίδος· διὸ καὶ τὴν τροφὴν ἐκ τοῦ ἀέρος. καὶ μὴ δεῖσθαι διαναπαύσεως· οὐ δέονται γὰρ διʼ
ἄλλων. τὰ δὲ ὀστρακόδερμα τῶν ἐνύδρων ὑπόποδα διὰ τὸ βάρος. καὶ ταῦτα μὲν πρὸς τὴν κατὰ τόπον ἀλλαγήν· ὅσα δὲ πρὸς τὴν ἄλλην χρείαν, ὥσπερ ὑφηγεῖται καὶ ἑκάστου τὰ ἴδια, καὶ εἴ τι μὴ προφανές, οἷον διὰ τί τὰ πολύποδα βραδύτατα. (καίτοι τὰ τετράποδα θάττω τῶν
διπόδων) πότερον ὅτι ἐπὶ γῆς ὅλα τὰ σώματα ἢ ὅτι φύσει ψυχρὰ καὶ δυσκίνητα ἢ διʼ ἄλλην αἰτίαν.
De spiritu. Aristotle. ed. Werner Jaeger. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.