Περὶ δὲ τῶν σολοικισμῶν παρ᾿ ὅ τι μὲν φαίνονται συμβαίνειν, εἴπομεν πρότερον, ὡς δὲ λυτέον, ἐπ᾿ αὐτῶν τῶν λόγων ἔσται φανερόν. Ἅπαντες γὰρ οἱ τοιοίδε τοῦτο βούλονται κατασκευάζειν. Ἆρ᾿ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς; Φῇς δ᾿ εἶναί τι λίθον· ἔστιν ἄρα τι λίθον. Ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν ὃ ἀλλ᾿ ὅν, οὐδὲ τοῦτο ἀλλὰ τοῦτον· εἰ οὖν ἔροιτό τις, ἆρ᾿ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον, οὐκ ἂν δοκοίη ἑλληνίζειν, ὥσπερ οὐδ᾿ εἰ ἔροιτο, ἆρ᾿ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; Ξύλον δ᾿ εἶπεν οὗτος, ἢ ὅσα μήτε θῆλυ μήτ᾿ ἄρρεν σημαίνει, οὐδὲν διαφέρει.
2
Διὸ καὶ οὐ γίνεται σολοικισμός, εἰ ὃ λέγεις εἶναι, ἔστι τοῦτο; ξύλον δὲ λέγεις εἶναι· ἔστιν ἄρα ξύλον. Ὁ δὲ λίθος καὶ τὸ οὗτος ἄρρενος ἔχει κλῆσιν. Εἰ δή τις ἔροιτο, ἆρ᾿ οὗτός ἐστιν αὕτη; εἶτα πάλιν, τί δ᾿; οὐχ οὗτός ἐστι Κορίσκος; εἶτ᾿ εἴπειεν, ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελόγισται τὸν σολοικισμόν, οὐδ᾿ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη, μὴ δίδωσι δὲ ἀποκρινόμενος, ἀλλὰ δεῖ τοῦτο προσερωτηθῆναι. Εἰ δὲ μήτ᾿ ἔστιν μήτε δίδωσιν, οὐ συλλελόγισται οὔτε τῷ ὄντι οὔτε πρὸς τὸν ἠρωτημένον.
3
Ὁμοίως οὖν δεῖ κἀκεῖ τὸν λίθον σημαίνειν οὗτος. Εἰ δὲ μήτε ἔστι μήτε δίδοται, οὐ λεκτέον τὸ συμπέρασμα· φαίνεται δὲ παρὰ τὸ τὴν ἀνόμοιον πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι. Ἆρ᾿ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν αὕτη, ὅπερ εἶναι φῂς αὐτήν; εἶναι δὲ φῂς ἀσπίδα· ἔστιν ἄρα αὕτη ἀσπίδα. Ἢ οὐκ ἀνάγκη, εἰ μὴ τὸ αὕτη ἀσπίδα σημαίνει ἀλλ᾿ ἀσπίς, τὸ δ᾿ ἀσπίδα ταύτην.
4
Οὐδ᾿ εἰ ὃ φῂς εἶναι τοῦτον, ἐστὶν οὗτος, φῂς δ᾿ εἶναι Κλέωνα, ἔστιν ἄρα οὗτος Κλέωνα· οὐ γὰρ ἔστιν οὗτος Κλέωνα· εἴρηται γὰρ ὅτι ὅ φημι εἶναι τοῦτον, ἔστιν οὗτος, οὐ τοῦτον· οὐδὲ γὰρ ἂν ἑλληνίζοι οὕτως τὸ ἐρώτημα λεχθέν. Ἆρ᾿ ἐπίστασαι τοῦτο; τοῦτο δ᾿ ἐστὶ λίθος· ἐπίστασαι ἄρα λίθος.
5
Ἢ οὐ ταὐτὸ σημαίνει τὸ τοῦτο ἐν τῷ ἆρ᾿ ἐπίστασαι τοῦτο καὶ ἐν τῷ τοῦτο δὲ λίθος, ἀλλ᾿ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος. Ἆρ᾿ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; ἐπιστήμην δ᾿ ἔχεις λίθου· ἐπίστασαι ἄρα λίθου. Ἢ τὸ μὲν τούτου λίθου λέγεις, τὸ δὲ τοῦτον λίθον· ἐδόθη δ᾿, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι, οὐ τούτου, ἀλλὰ τοῦτο, ὥστ᾿ οὐ λίθου ἀλλὰ τὸν λίθον.
Οτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμὸν ἀλλὰ φαίνονται, καὶ διὰ τί τε φαίνονται καὶ πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων.