γ’ ἕνεκα, οὐδὲ περὶ πάντων τῶν ζῴων οὐδὲν ποιεῖ δῆλον, εἴτε ἀναπνέουσιν εἴτε μή. Καὶ περὶ τῆς διὰ τῶν μυκτήρων ἀναπνοῆς
λέγων οἴεται καὶ περὶ τῆς κυρίας λέγειν ἀναπνοῆς.
Ἔστι γὰρ καὶ διὰ τῆς ἀρτηρίας ἐκ τῶν στηθῶν ἡ ἀναπνοή,
καὶ ἡ διὰ τῶν μυκτήρων· αὐτοῖς δὲ χωρὶς ἐκείνης οὐκ
ἔστιν ἀναπνεῦσαι τοῖς μυκτῆρσιν. Καὶ τῆς μὲν διὰ τῶν
μυκτήρων γινομένης ἀναπνοῆς στερισκόμενα τὰ ζῷα οὐδὲν
πάσχουσι, τῆς δὲ κατὰ τὴν ἀρτηρίαν ἀποθνήσκουσιν.
Καταχρῆται γὰρ ἡ φύσις ἐν παρέργῳ τῇ διὰ τῶν μυκτήρων
ἀναπνοῇ πρὸς τὴν ὄσφρησιν ἐν ἐνίοις τῶν ζῴων· διόπερ
ὀσφρήσεως μὲν σχεδὸν μετέχει πάντα τὰ ζῷα, ἔστι δ’ οὐ
πᾶσι τὸ αὐτὸ αἰσθητήριον. Εἴρηται δὲ περὶ αὐτῶν ἐν ἑτέροις
σαφέστερον. Γίνεσθαι δέ φησι τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν
διὰ τὸ φλέβας εἶναί τινας, ἐν αἷς ἔνεστι μὲν αἷμα, οὐ
μέντοι πλήρεις εἰσὶν αἵματος, ἔχουσι δὲ πόρους εἰς τὸν ἔξω
ἀέρα, τῶν μὲν τοῦ σώματος μορίων ἐλάττους, τῶν δὲ τοῦ
ἀέρος μείζους· διὸ τοῦ αἵματος πεφυκότος κινεῖσθαι ἄνω
καὶ κάτω, κάτω μὲν φερομένου εἰσρεῖν τὸν ἀέρα καὶ γίνεσθαι
ἀναπνοήν, ἄνω δ’ ἰόντος ἐκπίπτειν θύραζε καὶ γίνεσθαι τὴν
ἐκπνοήν, παρεικάζων τὸ συμβαῖνον ταῖς κλεψύδραις.
εἴπομεν, τὰ φανερῶς ἀναπνέοντα διὰ τῆς ἀρτηρίας, διά τε
τοῦ στόματος ἅμα καὶ διὰ τῶν μυκτήρων. Ὥστ’ εἰ μὲν
περὶ ταύτης λέγει τῆς ἀναπνοῆς, ἀναγκαῖον ζητεῖν πῶς
ἐφαρμόσει ὁ εἰρημένος λόγος τῆς αἰτίας· φαίνεται γὰρ
τοὐναντίον συμβαῖνον. Ἄραντες μὲν γὰρ τὸν τόπον, καθάπερ
τὰς φύσας ἐν τοῖς χαλκείοις, ἀναπνέουσιν· αἴρειν δὲ τὸ
θερμὸν εὔλογον, ἔχειν δὲ τὸ αἷμα τὴν τοῦ θερμοῦ χώραν·
συνιζάνοντες δὲ καὶ καταπνίγοντες, ὥσπερ ἐκεῖ τὰς φύσας,
ἐκπνέουσιν. Πλὴν ἐκεῖ μὲν οὐ κατὰ ταὐτὸν εἰσδέχονταί
τε τὸν ἀέρα καὶ πάλιν ἐξιᾶσιν, οἱ δ’ ἀναπνέοντες κατὰ
ταὐτόν. Εἰ δὲ περὶ τῆς κατὰ τοὺς μυκτῆρας λέγει μόνης,
πολὺ διημάρτηκεν· οὐ γάρ ἐστιν ἀναπνοὴ μυκτήρων ἴδιος,
ἀλλὰ παρὰ τὸν αὐλῶνα τὸν περὶ τὸν γαργαρεῶνα, ᾗ τὸ
ἔσχατον τοῦ ἐν τῷ στόματι οὐρανοῦ, συντετρημένων τῶν
μυκτήρων χωρεῖ τὸ μὲν ταύτῃ τοῦ πνεύματος, τὸ δὲ διὰ
τοῦ στόματος, ὁμοίως εἰσιόν τε καὶ ἐξιόν. Τὰ μὲν οὖν
παρὰ τῶν ἄλλων εἰρημένα περὶ τοῦ ἀναπνεῖν τοιαύτας καὶ
τοσαύτας ἔχει δυσχερείας.
De respiratione. Aristotle. ed. Immanuel Bekker. Oxford. 1837.
Funding provided by Andrew W. Mellon Foundation.