Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν; ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς; ἡ μὲν οὖν ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκίδναται, ὥστε εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται καὶ μᾶλλον ἰσχύει, διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά. ἢ οὐ τοῦτό ἐστιν αἴτιον, ἀλλ’ οἱ μὲν ποταμοὶ ψυχροί εἰσιν, ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά; γίνεται δὲ ἡ αὒρα καὶ ἡ ἀναπνοὴ θερμαινομένων ἢ ψυχομένων τῶν ὑγρῶν· ὁπότερον γὰρ ἂν τούτων πάσχῃ, ἐξαεροῦται, ἐξαερουμένου δὲ τοῦ ὕδατος ὁ ἀὴρ ὁ γινόμενος φέρεται, ὅ ἐστιν αὔρα. τὸ μὲν οὖν ἀπὸ τῶν ψυχρῶν ψυχρὸν εἰκότως ἀποπνεῖ, τὸ δὲ ἀπὸ τῶν σφόδρα θερμῶν ἀποπνέον ψύχεται καὶ γίνεται ψυχρόν. τοὺς μὲν οὖν ποταμοὺς ψυχροὺς
933b
ἅπαντας εὕροι τις ἄν, ἡ δὲ θάλαττα οὔτε ψυχρὰ οὔτε θερμὴ σφόδρα ἐστίν, οὔτε οὖν τὸ ἀποπνέον ψυχρὸν ἀπ’ αὐτῆς ἐστί, διὰ τὸ μὴ ψυχρὰν εἶναι, οὔτε ψύχεται ταχύ, διὰ τὸ μὴ θερμὴν εἶναι σφόδρα.