Poetics. Aristote. Paris. 1692.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Chapter
C'eſt pourquoy tous ceux qui blâment Euripide de ce qu'il ſuit ces maximes dans ſes Tragedies, & que la plupart de ſes pieces ont une Cataſtrophe funeſte, ſe trompent infiniment. Au contraire cela eſt parfaitement bien, comme je l'ay déja dit.
Current edition Experimental
La poëtique d'Aristote (André Dacier, 1692) (OCR draft) (fra) (André Dacier's French translation of Aristotle's Poetics, published in 1692.)
Provisional text from uncorrected OCR; expect errors.
Editions (4)
Περὶ ποιητικῆς (OCR draft) (Aristotle, Poetics. Immanuel Bekker, editor, Aristotelis Opera, volume 2. Oxford: Oxford University Press, 1837.) — 13 focus
Ὧν δὲ δεῖ στοχάζεσθαι καὶ ἃ δεῖ εὐλαβεῖσθαι συνιστάντας τοὺς μύθους, καὶ πόθεν ἔσται τὸ τῆς τραγῳδίας ἔργον, ἐφεξῆς ἂν εἴη λεκτέον τοῖς νῦν εἰρημένοις.
Ἐπειδὴ οὖν δεῖ τὴν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας μὴ ἁπλῆν ἀλλὰ πεπλεγμένην, καὶ ταύτην φοβερῶν καὶ ἐλεεινῶν εἶναι μιμητικήν (τοῦτο γὰρ ἴδιον τῆς τοιαύτης μιμήσεώς ἐστιν), πρῶτον μὲν δῆλον ὅτι οὔτε τοὺς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν (οὐ γὰρ φοβερὸν οὐδὲ ἐλεεινὸν τοῦτο, ἀλλὰ μιαρόν ἐστιν)
οὔτε τοὺς μοχθηροὺς ἐξ ἀτυχίας εἰς εὐτυχίαν (ἀτραγῳδότατον γὰρ τοῦτ᾿ ἐστὶ πάντων· οὐδὲν γὰρ ἔχει ὧν δεῖ· οὔτε γὰρ φιλάνθρωπον οὔτε ἐλεεινὸν οὔτε φοβερόν ἐστιν),
οὐδ᾿ αὖ τὸν σφόδρα πονηρὸν ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν. Τὸ μὲν γὰρ φιλάνθρωπον ἔχοι ἂν ἡ τοιαύτη σύστασις, ἀλλ᾿ οὔτε ἔλεον οὔτε φόβον· ὁ μὲν γὰρ περὶ τὸν ἀνάξιόν ἐστι δυστυχοῦντα, ὁ δὲ περὶ τὸν ὅμοιον, ἔλεος μὲν περὶ τὸν ἀνάξιον, φόβος δὲ περὶ τὸν ὅμοιον, ὥστε οὔτε ἐλεεινὸν οὔτε φοβερὸν ἔσται τὸ συμβαῖνον.
Ὁ μεταξὺ ἄρα τούτων λοιπός. Ἔστι δὲ τοιοῦτος ὁ μήτε ἀρετῇ διαφέρων καὶ δικαιοσύνῃ, μήτε διὰ κακίαν καὶ μοχθηρίαν μεταβάλλων εἰς τὴν δυστυχίαν ἀλλὰ δι᾿ ἁμαρτίαν τινά, τῶν ἐν μεγάλῃ δόξῃ ὄντων καὶ εὐτυχίᾳ, οἷον Οἰδίπους καὶ Θυέστης καὶ οἱ ἐκ τῶν τοιούτων γενῶν ἐπιφανεῖς ἄνδρες.
Ἄνάγκη ἄρα τὸν καλῶς ἔχοντα μῦθον ἁπλοῦν εἶναι μᾶλλον ἢ διπλοῦν, ὥσπερ τινές φασιν, καὶ μεταβάλλειν οὐκ εἰς εὐτυχίαν ἐκ δυστυχίας ἀλλὰ τοὐναντίον ἐξ εὐτυχίας εἰς δυστυχίαν, μὴ διὰ μοχθηρίαν ἀλλὰ δι᾿ ἁμαρτίαν μεγάλην, ἢ οἵου εἴρηται, ἢ βελτίονος μᾶλλον ἢ χείρονος.
Σημεῖον δὲ καὶ τὸ γιγνόμενον· πρὸ τοῦ μὲν γὰρ οἱ ποιηταὶ τοὺς τυχόντας μύθους ἀπηρίθμουν, νῦν δὲ περὶ ὀλίγας οἰκίας αἱ κάλλισται τραγῳδίαι συντίθενται, οἷον περὶ Ἀλκμαίωνα καὶ Οἰδίπουν καὶ Ὀρέστην καὶ Μελέαγρον καὶ Θυέστην καὶ Τήλεφον, καὶ ὅσοις ἄλλοις συμβέβηκεν ἢ παθεῖν δεινὰ ἢ ποιῆσαι.
Ἡ μὲν οὖν κατὰ τὴν τέχνην καλλίστη τραγῳδία ἐκ ταύτης τῆς συστάσεώς ἐστιν.
Διὸ καὶ οἱ Εὐριπίδῃ ἐγκαλοῦντες τὸ αὐτὸ ἁμαρτάνουσιν, ὅτι τοῦτο δρᾷ ἐν ταῖς τραγῳδίαις καὶ πολλαὶ αὐτοῦ εἰς δυστυχίαν τελευτῶσιν. Τοῦτο γάρ ἐστιν, ὥσπερ εἴρηται, ὀρθόν.
Σημεῖον δὲ μέγιστον· ἐπὶ γὰρ τῶν σκηνῶν καὶ τῶν ἀγώνων τραγικώταται αἱ τοιαῦται φαίνονται, ἂν κατορθωθῶσιν, καὶ ὁ Εὐριπίδης, εἰ καὶ τὰ ἄλλα μὴ εὖ οἰκονομεῖ, ἀλλὰ τραγικώτατός γε τῶν ποιητῶν φαίνεται.
Δευτέρα δ᾿ ἡ πρώτη λεγομένη ὑπό τινων ἐστὶ σύστασις, ἡ διπλῆν τε τὴν σύστασιν ἔχουσα, καθάπερ ἡ Ὀδύσσεια, καὶ τελευτῶσα ἐξ ἐναντίας τοῖς βελτίοσι καὶ χείροσιν.
Δοκεῖ δὲ εἶναι πρώτη διὰ τὴν τῶν θεάτρων ἀσθένειαν· ἀκολουθοῦσι γὰρ οἱ ποιηταὶ κατ᾿ εὐχὴν ποιοῦντες τοῖς θεαταῖς.
Ἔστι δὲ οὐχ αὕτη ἀπὸ τραγῳδίας ἡδονή, ἀλλὰ μᾶλλον τῆς κωμῳδίας οἰκεία· ἐκεῖ γάρ, ἂν οἱ ἔχθιστοι ὦσιν ἐν τῷ μύθῳ, οἷον Ὀρέστης καὶ Αἴγισθος, φίλοι γενόμενοι ἐπὶ τελευτῆς ἐξέρχονται, καὶ ἀποθνήσκει οὐδεὶς ὑπ᾿ οὐδενός.
Περὶ ποιητικῆς (OCR draft) Perseus (Aristotle, De arte poetica liber. Rudolf Kassel, editor. Oxford: Clarendon Press, 1965. Reference edition for passage alignment.) — 13 focus
ὧν δὲ δεῖ στοχάζεσθαι καὶ ἃ δεῖ εὐλαβεῖσθαι συνιστάντας τοὺς μύθους καὶ πόθεν ἔσται τὸ τῆς τραγῳδίας ἔργον,
30
ἐφεξῆς ἂν εἴη λεκτέον τοῖς νῦν εἰρημένοις.
ἐπειδὴ οὖν δεῖ τὴν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας μὴ ἁπλῆν ἀλλὰ πεπλεγμένην καὶ ταύτην φοβερῶν καὶ ἐλεεινῶν εἶναι μιμητικήν (τοῦτο γὰρ ἴδιον τῆς τοιαύτης μιμήσεώς ἐστιν), πρῶτον μὲν δῆλον ὅτι οὔτε τοὺς ἐπιεικεῖς ἄνδρας δεῖ
35
μεταβάλλοντας φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν, οὐ γὰρ φοβερὸν οὐδὲ ἐλεεινὸν τοῦτο ἀλλὰ μιαρόν ἐστιν·
οὔτε τοὺς μοχθηροὺς ἐξ ἀτυχίας εἰς εὐτυχίαν, ἀτραγῳδότατον γὰρ τοῦτ’ ἐστὶ πάντων, οὐδὲν γὰρ ἔχει ὧν δεῖ, οὔτε γὰρ φιλάνθρωπον
1453a
1
οὔτε ἐλεεινὸν οὔτε φοβερόν ἐστιν·
οὐδ’ αὖ τὸν σφόδρα πονηρὸν ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν· τὸ μὲν γὰρ φιλάνθρωπον ἔχοι ἂν ἡ τοιαύτη σύστασις ἀλλ’ οὔτε ἔλεον οὔτε φόβον, ὁ μὲν γὰρ περὶ τὸν ἀνάξιόν ἐστιν δυστυχοῦντα, ὁ δὲ
5
περὶ τὸν ὅμοιον, ἔλεος μὲν περὶ τὸν ἀνάξιον, φόβος δὲ περὶ τὸν ὅμοιον, ὥστε οὔτε ἐλεεινὸν οὔτε φοβερὸν ἔσται τὸ συμβαῖνον.
ὁ μεταξὺ ἄρα τούτων λοιπός. ἔστι δὲ τοιοῦτος ὁ μήτε ἀρετῇ διαφέρων καὶ δικαιοσύνῃ μήτε διὰ κακίαν καὶ μοχθηρίαν μεταβάλλων εἰς τὴν δυστυχίαν ἀλλὰ δι’
10
ἁμαρτίαν τινά, τῶν ἐν μεγάλῃ δόξῃ ὄντων καὶ εὐτυχίᾳ, οἷον Οἰδίπους καὶ Θυέστης καὶ οἱ ἐκ τῶν τοιούτων γενῶν ἐπιφανεῖς ἄνδρες.
ἀνάγκη ἄρα τὸν καλῶς ἔχοντα μῦθον ἁπλοῦν εἶναι μᾶλλον ἢ διπλοῦν, ὥσπερ τινές φασι, καὶ μεταβάλλειν οὐκ εἰς εὐτυχίαν ἐκ δυστυχίας ἀλλὰ τοὐναντίον
15
ἐξ εὐτυχίας εἰς δυστυχίαν μὴ διὰ μοχθηρίαν ἀλλὰ δι’ ἁμαρτίαν μεγάλην ἢ οἵου εἴρηται ἢ βελτίονος μᾶλλον ἢ χείρονος.
σημεῖον δὲ καὶ τὸ γιγνόμενον· πρῶτον μὲν γὰρ οἱ ποιηταὶ τοὺς τυχόντας μύθους ἀπηρίθμουν, νῦν δὲ περὶ ὀλίγας οἰκίας αἱ κάλλισται τραγῳδίαι συντίθενται, οἷον
20
περὶ Ἀλκμέωνα καὶ Οἰδίπουν καὶ Ὀρέστην καὶ Μελέαγρον καὶ Θυέστην καὶ Τήλεφον καὶ ὅσοις ἄλλοις συμβέβηκεν ἢ παθεῖν δεινὰ ἢ ποιῆσαι.
ἡ μὲν οὖν κατὰ τὴν τέχνην καλλίστη τραγῳδία ἐκ ταύτης τῆς συστάσεώς ἐστι.
διὸ καὶ οἱ Εὐριπίδῃ ἐγκαλοῦντες τὸ αὐτὸ ἁμαρτάνουσιν ὅτι τοῦτο
25
δρᾷ ἐν ταῖς τραγῳδίαις καὶ αἱ πολλαὶ αὐτοῦ εἰς δυστυχίαν τελευτῶσιν. τοῦτο γάρ ἐστιν ὥσπερ εἴρηται ὀρθόν·
σημεῖον δὲ μέγιστον· ἐπὶ γὰρ τῶν σκηνῶν καὶ τῶν ἀγώνων τραγικώταται αἱ τοιαῦται φαίνονται, ἂν κατορθωθῶσιν, καὶ ὁ Εὐριπίδης, εἰ καὶ τὰ ἄλλα μὴ εὖ οἰκονομεῖ, ἀλλὰ
30
τραγικώτατός γε τῶν ποιητῶν φαίνεται.
δευτέρα δ’ ἡ πρώτη λεγομένη ὑπὸ τινῶν ἐστιν σύστασις, ἡ διπλῆν τε τὴν σύστασιν ἔχουσα καθάπερ ἡ Ὀδύσσεια καὶ τελευτῶσα ἐξ ἐναντίας τοῖς βελτίοσι καὶ χείροσιν.
δοκεῖ δὲ εἶναι πρώτη διὰ τὴν τῶν θεάτρων ἀσθένειαν· ἀκολουθοῦσι γὰρ οἱ ποιηταὶ κατ’
35
εὐχὴν ποιοῦντες τοῖς θεαταῖς.
ἔστιν δὲ οὐχ αὕτη ἀπὸ τραγῳδίας ἡδονὴ ἀλλὰ μᾶλλον τῆς κωμῳδίας οἰκεία· ἐκεῖ γὰρ οἳ ἂν ἔχθιστοι ὦσιν ἐν τῷ μύθῳ, οἷον Ὀρέστης καὶ Αἴγισθος, φίλοι γενόμενοι ἐπὶ τελευτῆς ἐξέρχονται, καὶ ἀποθνῄσκει οὐδεὶς ὑπ’ οὐδενός.
Poetics, Greek text (Ingram Bywater, 1909) (OCR draft) Experimental (Ingram Bywater's Greek text of Aristotle's Poetics, published in 1909.) — 13 focus
Ὧν δὲ δεῖ στοχάζεσθαι καὶ ἃ δεῖ εὐλαβεῖσθαι συνιστάντας
τοὺς μύθους καὶ πόθεν ἔσται τὸ τῆς τραγῳδίας ἔργον,
ἐφεξῆς ἂν εἴη λεκτέον τοῖς νῦν εἰρημένοις.
ἐπειδὴ οὖν
δεῖ τὴν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας μὴ ἁπλῆν
ἀλλὰ πεπλεγμένην καὶ ταύτην φοβερῶν καὶ ἐλεεινῶν εἶναι
μιμητικήν (τοῦτο γὰρ ἴδιον τῆς τοιαύτης μιμήσεώς ἐστιν),
πρῶτον μὲν δῆλον ὅτι οὔτε τοὺς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας
φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν, οὐ γὰρ
φοβερὸν οὐδὲ ἐλεεινὸν τοῦτο ἀλλὰ μιαρόν ἐστιν·
δεῖ τὴν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας μὴ ἁπλῆν
ἀλλὰ πεπλεγμένην καὶ ταύτην φοβερῶν καὶ ἐλεεινῶν εἶναι
μιμητικήν (τοῦτο γὰρ ἴδιον τῆς τοιαύτης μιμήσεώς ἐστιν),
πρῶτον μὲν δῆλον ὅτι οὔτε τοὺς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας
φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν, οὐ γὰρ
φοβερὸν οὐδὲ ἐλεεινὸν τοῦτο ἀλλὰ μιαρόν ἐστιν·
οὔτε τοὺς μοχθηροὺς
ἐξ ἀτυχίας εἰς εὐτυχίαν, ἀτραγῳδότατον γὰρ τοῦτ᾽
ἐστὶ πάντων, οὐδὲν γὰρ ἔχει ὧν δεῖ, οὔτε γὰρ φιλάνθρωπον
οὔτε ἐλεεινὸν οὔτε φοβερόν ἐστιν·
ἐξ ἀτυχίας εἰς εὐτυχίαν, ἀτραγῳδότατον γὰρ τοῦτ᾽
ἐστὶ πάντων, οὐδὲν γὰρ ἔχει ὧν δεῖ, οὔτε γὰρ φιλάνθρωπον
οὔτε ἐλεεινὸν οὔτε φοβερόν ἐστιν·
οὐδ᾽ αὖ τὸν σφόδρα πονηρὸν
ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν· τὸ μὲν γὰρ φιλάνθρωπον
ἔχοι ἂν ἡ τοιαύτη σύστασις ἀλλ᾽ οὔτε ἔλεον οὔτε
φόβον, ὁ μὲν γὰρ περὶ τὸν ἀνάξιόν ἐστιν δυστυχοῦντα, ὁ δὲ
περὶ τὸν ὅμοιον, ἔλεος μὲν περὶ τὸν ἀνάξιον, φόβος δὲ
περὶ τὸν ὅμοιον, ὥστε οὔτε ἐλεεινὸν οὔτε φοβερὸν ἔσται τὸ
συμβαῖνον.
ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν· τὸ μὲν γὰρ φιλάνθρωπον
ἔχοι ἂν ἡ τοιαύτη σύστασις ἀλλ᾽ οὔτε ἔλεον οὔτε
φόβον, ὁ μὲν γὰρ περὶ τὸν ἀνάξιόν ἐστιν δυστυχοῦντα, ὁ δὲ
περὶ τὸν ὅμοιον, ἔλεος μὲν περὶ τὸν ἀνάξιον, φόβος δὲ
περὶ τὸν ὅμοιον, ὥστε οὔτε ἐλεεινὸν οὔτε φοβερὸν ἔσται τὸ
συμβαῖνον.
ὁ μεταξὺ ἄρα τούτων λοιπός. ἔστι δὲ τοιοῦτος
ὁ μήτε ἀρετῇ διαφέρων καὶ δικαιοσύνῃ μήτε διὰ κακίαν
καὶ μοχθηρίαν μεταβάλλων εἰς τὴν δυστυχίαν ἀλλὰ δι᾽
ἁμαρτίαν τινὰ τῶν ἐν μεγάλῃ δόξῃ ὄντων καὶ εὐτυχίᾳ,
οἷον Οἰδίπους καὶ Θυέστης καὶ οἱ ἐκ τῶν τοιούτων γενῶν
ἐπιφανεῖς ἄνδρες.
ἀνάγκη ἄρα τὸν καλῶς ἔχοντα μῦθον
ἁπλοῦν εἶναι μᾶλλον ἢ διπλοῦν, ὥσπερ τινές φασι, καὶ μεταβάλλειν
οὐκ εἰς εὐτυχίαν ἐκ δυστυχίας ἀλλὰ τοὐναντίον
ἐξ εὐτυχίας εἰς δυστυχίαν μὴ διὰ μοχθηρίαν ἀλλὰ δι᾽
ἁμαρτίαν μεγάλην ἢ οἵου εἴρηται ἢ βελτίονος μᾶλλον ἢ
χείρονος.
ἁπλοῦν εἶναι μᾶλλον ἢ διπλοῦν, ὥσπερ τινές φασι, καὶ μεταβάλλειν
οὐκ εἰς εὐτυχίαν ἐκ δυστυχίας ἀλλὰ τοὐναντίον
ἐξ εὐτυχίας εἰς δυστυχίαν μὴ διὰ μοχθηρίαν ἀλλὰ δι᾽
ἁμαρτίαν μεγάλην ἢ οἵου εἴρηται ἢ βελτίονος μᾶλλον ἢ
χείρονος.
σημεῖον δὲ καὶ τὸ γιγνόμενον· πρῶτον μὲν γὰρ
οἱ ποιηταὶ τοὺς τυχόντας μύθους ἀπηρίθμουν, νῦν δὲ περὶ
ὀλίγας οἰκίας αἱ κάλλισται τραγῳδίαι συντίθενται, οἷον
περὶ Ἀλκμέωνα καὶ Οἰδίπουν καὶ Ὀρέστην καὶ Μελέαγρον
καὶ Θυέστην καὶ Τήλεφον καὶ ὅσοις ἄλλοις συμβέβηκεν
ἢ παθεῖν δεινὰ ἢ ποιῆσαι.
ἡ μὲν οὖν κατὰ τὴν τέχνην
καλλίστη τραγῳδία ἐκ ταύτης τῆς συστάσεώς ἐστι.
καλλίστη τραγῳδία ἐκ ταύτης τῆς συστάσεώς ἐστι.
διὸ καὶ
οἱ Εὐριπίδῃ ἐγκαλοῦντες τὸ αὐτὸ ἁμαρτάνουσιν ὅτι τοῦτο
δρᾷ ἐν ταῖς τραγῳδίαις καὶ πολλαὶ αὐτοῦ εἰς δυστυχίαν
τελευτῶσιν.
τοῦτο γάρ ἐστιν ὥσπερ εἴρηται ὀρθόν·
σημεῖον
δὲ μέγιστον· ἐπὶ γὰρ τῶν σκηνῶν καὶ τῶν ἀγώνων τραγικώταται
αἱ τοιαῦται φαίνονται, ἂν κατορθωθῶσιν, καὶ ὁ
Εὐριπίδης, εἰ καὶ τὰ ἄλλα μὴ εὖ οἰκονομεῖ, ἀλλὰ τραγικώτατός
γε τῶν ποιητῶν φαίνεται.
δὲ μέγιστον· ἐπὶ γὰρ τῶν σκηνῶν καὶ τῶν ἀγώνων τραγικώταται
αἱ τοιαῦται φαίνονται, ἂν κατορθωθῶσιν, καὶ ὁ
Εὐριπίδης, εἰ καὶ τὰ ἄλλα μὴ εὖ οἰκονομεῖ, ἀλλὰ τραγικώτατός
γε τῶν ποιητῶν φαίνεται.
δευτέρα δ᾽ ἡ πρώτη
λεγομένη ὑπὸ τινῶν ἐστιν σύστασις, ἡ διπλῆν τε τὴν σύστασιν
ἔχουσα καθάπερ ἡ Ὀδύσσεια καὶ τελευτῶσα ἐξ ἐναντίας
τοῖς βελτίοσι καὶ χείροσιν.
δοκεῖ δὲ εἶναι πρώτη διὰ
τὴν τῶν θεάτρων ἀσθένειαν· ἀκολουθοῦσι γὰρ οἱ ποιηταὶ κατ᾽
εὐχὴν ποιοῦντες τοῖς θεαταῖς.
ἔστιν δὲ οὐχ αὕτη ἀπὸ τραγῳδίας
ἡδονὴ ἀλλὰ μᾶλλον τῆς κωμῳδίας οἰκεία· ἐκεῖ γὰρ
οἳ ἂν ἔχθιστοι ὦσιν ἐν τῷ μύθῳ, οἷον Ὀρέστης καὶ Αἴγισθος,
φίλοι γενόμενοι ἐπὶ τελευτῆς ἐξέρχονται, καὶ ἀποθνῄσκει
οὐδεὶς ὑπ᾽ οὐδενός.
Poetics, Greek text (Franz Ritter, 1839) (OCR draft) Experimental (Franz Ritter's 1839 Greek edition, corrected against OCR of the represented copy and aligned to the conventional Perseus chapter-and-subchapter sequence.) — 13 focus
ὧν δὲ δεῖ στοχάζεσθαι καὶ ἃ δεῖ εὐλαβεῖσθαι συνιστάντας τοὺς μύθους, καὶ πόθεν ἔσται τὸ τῆς τραγῳδίας ἔργον, ἐφεξῆς ἂν εἴη λεκτέον τοῖς νῦν εἰρημένοις.
ἐπειδὴ οὖν δεῖ τὴν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας μὴ ἁπλῆν ἀλλὰ πεπλεγμένην, καὶ ταύτην φοβερῶν καὶ ἐλεεινῶν εἶναι μιμητικήν (τοῦτο γὰρ ἴδιον τῆς τοιαύτης μιμήσεως ἐστιν), πρῶτον μὲν δῆλον ὅτι οὔτε τοὺς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν (οὐ γὰρ φοβερὸν οὐδὲ ἐλεεινὸν τοῦτο, ἀλλὰ μιαρόν ἐστιν)
οὔτε τοὺς μοχθηροὺς ἐξ ἀτυχίας εἰς εὐτυχίαν (ἀτραγῳδότατον γὰρ τοῦτ' ἐστὶ πάντων· οὐδὲν γὰρ ἔχει ὧν δεῖ· οὔτε γὰρ φιλάνθρωπον οὔτε ἐλεεινὸν οὔτε φοβερόν ἐστιν),
οὐδ᾽ αὖ τὸν σφόδρα πονηρὸν
1
ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν. τὸ μὲν γὰρ φιλάνθρωπον ἔχοι ἂν ἡ τοιαύτη σύστασις, ἀλλ᾽ οὔτε ἔλεον οὔτε · φόβον· ὁ μὲν γὰρ περὶ τὸν ἀνάξιόν ἐστι δυστυχοῦντα, ὁ δὲ περὶ τὸν ὅμοιον [, ἔλεος μὲν περὶ τὸν ἀνάξιον, φόβος δὲ περὶ τὸν ὅμοιον], ὥστε οὔτε ἐλεεινὸν οὔτε φοβερὸν ἔσται τὸ συμβαῖνον.
ὁ μεταξὺ ἄρα τούτων λοιπός. ἔστι δὲ τοιοῦτος ὁ μήτε ἀρετῇ διαφέρων καὶ δικαιοσύνῃ, μήτε διὰ κακίαν καὶ μοχθηρίαν μεταβάλλων εἰς τὴν δυστυχίαν ἀλλὰ δι᾽ ἁμαρτίαν τινά, τῶν ἐν μεγάλῃ δόξῃ ὄντων καὶ εὐτυχίᾳ, οἷον Οἰδίπους καὶ Θυέστης καὶ οἱ ἐκ τῶν τοιούτων γενῶν ἐπιφανεῖς ἄνδρες.
ἀνάγκη ἄρα τὸν καλῶς ἔχοντα μῦθον ἁπλοῦν εἶναι μᾶλλον ἢ διπλοῦν, ὥσπερ τινές φασιν, καὶ μεταβάλλειν οὐκ εἰς εὐτυχίαν ἐκ δυστυχίας ἀλλὰ τοὐναντίον ἐξ εὐτυχίας εἰς δυστυχίαν, μὴ διὰ μοχθηρίαν ἀλλὰ δι᾽ ἁμαρτίαν μεγάλην, ἢ οἵου εἴρηται, ἢ βελτίονος μᾶλλον ἢ χείρονος.
σημεῖον δὲ καὶ τὸ γιγνόμενον· πρὸ τοῦ μὲν γὰρ οἱ ποιηταὶ τοὺς τυχόντας μύθους ἀπηρίθμουν, νῦν δὲ περὶ ὀλίγας οἰκίας αἱ κάλλισται τραγῳδίαι συντίθενται, οἷον περὶ Ἀλκμαίωνα καὶ Οἰδίπουν καὶ Ὀρέστην καὶ Μελέαγρον καὶ Θυέστην καὶ Τήλεφον, καὶ ὅσοις ἄλλοις συμβέβηκεν ἢ παθεῖν δεινὰ ἢ ποιῆσαι.
2
ἡ μὲν οὖν κατὰ τὴν τέχνην καλλίστη τραγῳδία ἐκ ταύτης τῆς συστάσεώς ἐστιν.
διὸ καὶ οἱ Εὐριπίδῃ ἐγκαλοῦντες τὸ αὐτὸ ἁμαρτάνουσιν, ὅτι τοῦτο δρῷ ἐν ταῖς τραγῳδίαις καὶ πολλαὶ αὐτοῦ εἰς δυστυχίαν τελευτῶσιν. τοῦτο γάρ ἐστίν, ὥσπερ εἴρηται, ὀρθόν.
σημεῖον δὲ μέγιστον· ἐπὶ γὰρ τῶν σκηνῶν καὶ τῶν ἀγώνων τραγικώταται αἱ τοιαῦται φαίνονται, ἂν κατορθωθῶσιν, καὶ ὁ Εὐριπίδης, εἰ καὶ τὰ ἄλλα μὴ εὖ οἰκονομεῖ, ἀλλὰ τραγικώτατός γε τῶν ποιητῶν φαίνεται.
δευτέρα δ᾽ ἡ πρώτη λεγομένη ὑπό τινων ἐστὶ σύστασις, ἡ διπλῆν τε τὴν σύστασιν ἔχουσα [, καθάπερ ἡ Ὀδύσσεια,] καὶ τελευτῶσα ἐξ ἐναντίας τοῖς βελτίοσι καὶ χείροσιν.
δοκεῖ δὲ εἶναι πρώτη διὰ τὴν τῶν θεάτρων ἀσθένειαν· ἀκολουθοῦσι γὰρ οἱ ποιηταὶ κατ᾿ εὐχὴν ποιοῦντες τοῖς θεαταῖς.
ἔστι δὲ
3
οὐχ αὕτη ἀπὸ τραγῳδίας ἡδονή, ἀλλὰ μᾶλλον τῆς κωμῳδίας οἰκεία· ἐκεῖ γάρ, ἂν οἱ ἔχθιστοι ὦσιν ἐν τῷ μύθῳ, οἷον Ὀρέστης καὶ Αἰγισθος, φίλοι γενόμενοι ἐπὶ τελευτῆς ἐξέρχονται, καὶ ἀποθνήσκει οὐδεὶς ὑπ᾽ οὐδενός.
Translations (13)
Poetics (W. H. Fyfe) (OCR draft) Perseus (William Hamilton Fyfe's English translation of Aristotle's Poetics, Loeb Classical Library, 1939 printing.) — 13 focus
Following upon what has been said above we should next state what ought to be aimed at and what avoided in the construction of a plot, and the means by which the object of tragedy may be achieved.
Since then the structure of the best tragedy should be not simple but complex
1
and one that represents incidents arousing fear and pity—for that is peculiar to this form of art—it is obvious to begin with that one should not show worthy men passing from good fortune to bad. That does not arouse fear or pity but shocks our feelings.
Nor again wicked people passing from bad fortune to good. That is the most untragic of all, having none of the requisite qualities, since it does not satisfy our feelings
2
or arouse pity or fear.
1453a
1
Nor again the passing of a thoroughly bad man from good fortune to bad fortune. Such a structure might satisfy our feelings but it arouses neither pity nor fear, the one being for the man who does not deserve his misfortune and the other for the man who is like ourselves—pity for the undeserved misfortune, fear for the man like ourselves—so that the result will arouse neither pity nor fear.
There remains then the mean between these. This is the sort of man who is not pre-eminently virtous and just, and yet it is through no badness or villainy of his own that he falls into the fortune, but rather through some flaw in him,
3
he being one of those who are in high station and good fortune, like Oedipus and Thyestes and the famous men of such families as those.
The successful plot must then have a single
4
and not, as some say, a double issue; and the change must be not to good fortune from bad but, on the contrary, from good to bad fortune, and it must not be due to villainy but to some great flaw in such a man as we have described, or of one who is better rather than worse.
This can be seen also in actual practice. For at first poets accepted any plots, but to-day the best tragedies are written about a few families—
20
Alcmaeon for instance and Oedipus and Orestes and Meleager and Thyestes and Telephus and all the others whom it befell to suffer or inflict terrible disasters.
Judged then by the theory of the art, the best
5
tragedy is of this construction.
Those critics are therefore wrong who charge Euripides with doing this in his tragedies, and say that many of his end in misfortune.
That is, as we have shown, correct. And there is very good evidence of this, for on the stage and in competitions such plays appear the most tragic of all, if they are successful, and even if Euripides is in other respects a bad manager,
6
yet he is certainly the most tragic of the poets.
Next in order comes the structure which some put first, that which has a double issue, like the
Odyssey, and ends in opposite ways for the good characters and the bad.
It is the sentimentality of the audience which makes this seem the best form; for the poets follow the wish of the spectators.
But this is not the true tragic pleasure but rather characteristic of comedy, where those who are bitter enemies in the story, Orestes and Aegisthus, for instance, go off at the end, having made friends, and nobody kills anybody.
Arabic Poetics (Badawī edition, 1953) (OCR draft) (The ancient Arabic translation of Aristotle's Poetics in ʿAbd al-Raḥmān Badawī's 1953 edition.) — 13 focus
〈تصاريف الدهر؛ البطل؛ المأساة المزدوجة الخاتمة〉
فأما من أى موضع يؤخذ عمل صناعة المديح فنحن مخبرون فيما بعد، ونضيف ذلك إلى ما تقدم فقيل.
ومن قبل أن تركيب المديح ينبغى أن يكون غير بسيط، بل مزوج، وأن يكون هذا من أ شياء مخوفة محزنة [حرقة مملوءة حزناً]، وأن يكون محاكى لهذه (إذ كان هذا هو خاصة المحاكاة لمثل هذه)، فهو ظاهر أولا أنه ليس يسهل ولا على الرجال الأخيار أن ترى دائماً فى التغير من الفلاح إلى لا فلاح (وذلك أن هذا ليس هو مخوف ولا صعب، لكن لهذه إلى ذيلها) ولا أيضاً أن ترى للتغير من لا فلاح إلى فلاح ونجح (وذلك أن هذه بأجمعها هى غير مديحية: وذلك أن ليس فيها شىء مما يجب: لا التى لمحبة الانسانية ولا التى للحزن، ولا أيضاً هى مخوفة)، ولا أيضاً هى للذين هم أردياء جداً من فلاح إلى لا فلاح أن يسقطوا، وذلك أن التى لمحبة الإنسانية فلها قوام مثل هذا، ولا أيضاً الحزن والخوف أيضاً، 〈وذلك〉 أنه أما ذاك هو إلى من لا يستحق عندما لا يصلح، وأما هذا فالتى من تشبهه آخر: أما هذا إلى من لا يستحق، وأما الخوف فالى من الشبيه. فاذاً ما يعرض ليس هو لا للخوف ولا للحزن، فبقى إذاً المتوسط بين هذين...
هو هذا: أعنى الذى لا فرق فيه لا فى الفضيلة والعدل، ولا أيضاً يميل إلى لا فلاح ولا نجح، بسبب الجور والتعب، بل بسبب خطأ ما. وذلك الذين هم فى جلالة عظيمة وفى نجاح وفلاح، بمنزلة أوديفوس وثواسطس، وهؤلاء الذين هم من قبل هذه الأحساب ومشهورين.
والخرافة التى تجرى على الأجود فلا تخلو من أن تكون كما قال قوم: بسيطة، وإما مركبة، وإما تغير 〈لا〉 من لا فلاح 〈إلى〉 فلاح، لكن بالعكس، أعنى من الفلاح إلى لا فلاح، لا بسبب التعب، لكن بسبب خطأ وزلل عظيم، أو مثل التى قيلت [أو] للأفاضل خاصة أكثر من الأراذل.
والدليل على ذلك ما يكون: وأولاً كانوا يحصون الخرافات الذين يوجدون لكيما يظنوا؛ وأما الآن فقد تركب المديحات قليلا عند البيوت، مثلما كان بسبب ألقامان، وأوديفس، وأورسطس، وما لا غرس، وثواسطس، وطيلافس، وسائر القوم الأخر، كم كان مبلغهم ممن مرت به المصائب ونابته النوائب أن ينفعلوا ويفعلوا أشياء صعبة.
وأما المديح الحسن الذى يكون بصناعة هو هذا التركيب.
ولذلك قد يخطىء الذين يلزمون أوريفيدس اللوم من قبل أنه جعل مدائحه على هذا الضرب، وذلك أن كثيراً مما يؤول بالأمر إلى لا فلاح ولا نجاح وإلى شقاء البخوت، وذلك كما قلنا. وأعظم الدلائل على ذلك مما هو مستقيم أن هذه الأشياء التى تكون من الجهادات ومن المسكن ترى بهذه الحال، غير أن هؤلاء يصلحون الخطأ، وإن كان أوريفيدس دبر هذه الأشياء تدبيراً حسناً، إلا أنه قد يرى أنه أدخل فى باب المدائح من الشعراء الأخر.
وأما القوام الثانى فقد تقول فيها بعض القوم أنها أولى، وهى مضاعفة فى قوامها، بمنزلة التدوير الذى للجوهر، وإذا حصلت على جهة الرواية من التضاد فقد يظن بها أنها للأفاضل جداً والأرذال. فأما الأولى فبسبب ضعف المعروف بثيطرا، وأما الشعراء فعندما يجعلونها للناظرين موضع الدعاء. وليس هذه هى اللذة من صناعة المديح، لكنها أكثر مناسبة لصناعة الهجاء؛ وذلك أن هنالك فالأعداء والمبغضون هم الذين يوجدون فى الخرافة بمنزلة أورسطس وايغيسطس اللذين عندما صارا أصدقاء فى آخر الأمر قد تبديا، ويقال فيهما فى القمسة: أمر الميتة لا واحد من رفيقه وقرينه.
Poetics (S. H. Butcher, 1911) (OCR draft) Experimental (S. H. Butcher's English translation from Aristotle's Theory of Poetry and Fine Art, fourth edition, 1911.) — 13 focus
As the sequel to what has already been said, we must
proceed to consider what the poet should aim at, and
what he should avoid, in constructing his plots;
and by what means the specific effect of Tragedy will
be produced.
A perfect tragedy should, as we have seen,
be arranged not on the simple but on the complex plan.
It should, moreover, imitate actions which excite pity and
fear, this being the distinctive mark of tragic imitation.
It follows plainly, in the first place, that the change
of fortune presented must not be the spectacle of a
virtuous man brought from prosperity to adversity: for
this moves neither pity nor fear; it merely shocks us.
be arranged not on the simple but on the complex plan.
It should, moreover, imitate actions which excite pity and
fear, this being the distinctive mark of tragic imitation.
It follows plainly, in the first place, that the change
of fortune presented must not be the spectacle of a
virtuous man brought from prosperity to adversity: for
this moves neither pity nor fear; it merely shocks us.
Nor, again, that of a bad man
passing from adversity to prosperity: for nothing can be
more alien to the spirit of Tragedy;
it possesses no single tragic quality; it neither satisfies
the moral sense nor calls forth pity or fear.
Nor, again, should the downfall of the utter villain be
exhibited. A plot of this kind would, doubtless, satisfy
the moral sense, but it would inspire neither pity nor
fear;
for pity is aroused by unmerited misfortune, fear by the
misfortune of a man like ourselves. Such an event,
therefore, will be neither pitiful nor terrible.
There remains, then, the character between these two
extremes, that of a man who is not eminently good and
just, yet whose misfortune is brought about not by vice
or depravity, but by some error or frailty.
He must be one who is highly renowned and prosperous,
a personage like Oedipus, Thyestes, or other illustrious men
of such families.
A well constructed plot should, therefore,
be single in its issue, rather than double as some maintain.
The change of fortune should be not from bad to good,
but, reversely, from good to bad.
be single in its issue, rather than double as some maintain.
The change of fortune should be not from bad to good,
but, reversely, from good to bad.
It should come about as the result not of vice, but of
some great error or frailty, in a character either such as we
have described, or better rather than worse.
The practice of the stage bears out our view.
At first the poets recounted any legend that came in
their way.
Now, the best tragedies are founded on the story of a
few houses, on the fortunes of Alcmaeon, Oedipus, Orestes,
Meleager, Thyestes, Telephus, and those others who have
done or suffered something terrible.
A tragedy, then, to be perfect according to the rules of
art should be of this construction.
Hence they are in error who censure Euripides just because
he follows this principle in his plays, many of which
end unhappily.
It is, as we have said, the right ending. The best proof
is that on the stage and in dramatic competition, such
plays, if well worked out, are the most tragic in effect;
and Euripides, faulty though he may be in the general
management of his subject, yet is felt to be the most
tragic of the poets.
In the second rank comes the kind of tragedy which
some place first.
Like the Odyssey, it has a double thread of plot, and also
an opposite catastrophe for the good and for the bad.
It is accounted the best because of the weakness of the
spectators; for the poet is guided in what he writes by
the wishes of his audience.
The pleasure, however, thence derived is not the true tragic
pleasure. It is proper rather to Comedy, where those
who, in the piece, are the deadliest enemies—like Orestes
and Aegisthus—quit the stage as friends at the close,
and no one slays or is slain.
Aristotle on the Art of Poetry (Ingram Bywater, 1909) (OCR draft) Experimental (Ingram Bywater's English translation of Aristotle's Poetics, published in 1909.) — 13 focus
The next points after what we have said above will be
these: (1) What is the poet to aim at, and what is he to
avoid, in constructing his Plots? and (2) What are the
conditions on which the tragic effect depends?
We assume
that, for the finest form of Tragedy, the Plot must be not
simple but complex; and further, that it must imitate actions
arousing pity and fear, since that is the distinctive function
of this kind of imitation. It follows, therefore, that there
are three forms of Plot to be avoided.
(1) A good man
must not be seen passing from happiness to misery, or
(2) a bad man from misery to happiness.
The first
situation is not fear-inspiring or piteous, but simply odious
to us.
The second is the most untragic that can be; it
has no one of the requisites of Tragedy; it does not appeal
either to the human feeling in us, or to our pity, or to our
fears.
has no one of the requisites of Tragedy; it does not appeal
either to the human feeling in us, or to our pity, or to our
fears.
Nor on the other hand should (3) an extremely bad
man be seen falling from happiness into misery.
Such a
story may arouse the human feeling in us, but it will not
move us to either pity or fear; pity is occasioned by un-
deserved misfortune, and fear by that of one like ourselves;
so that there will be nothing either piteous or fear-inspiring
in the situation.
man be seen falling from happiness into misery.
Such a
story may arouse the human feeling in us, but it will not
move us to either pity or fear; pity is occasioned by un-
deserved misfortune, and fear by that of one like ourselves;
so that there will be nothing either piteous or fear-inspiring
in the situation.
There remains, then, the intermediate
kind of personage, a man not pre-eminently virtuous and
just, whose misfortune, however, is brought upon him not
by vice and depravity but by some error of judgement,
of the number of those in the enjoyment of great reputation
and prosperity; e.g. Oedipus, Thyestes, and the men of note
of similar families.
The perfect Plot, accordingly, must
have a single, and not (as some tell us) a double issue;
the change in the hero's fortunes must be not from misery
to happiness, but on the contrary from happiness to misery;
and the cause of it must lie not in any depravity, but in
some great error on his part; the man himself being either
such as we have described, or better, not worse, than that.
Fact also confirms our theory. Though the poets began
by accepting any tragic story that came to hand, in these
days the finest tragedies are always on the story of some
few houses, on that of Alcmeon, Oedipus, Orestes, Meleager,
Thyestes, Telephus, or any others that may have been in-
volved, as either agents or sufferers, in some deed of horror.
The theoretically best tragedy, then, has a Plot of this
description.
The critics, therefore, are wrong, who blame
Euripides for taking this line in his tragedies, and giving
many of them an unhappy ending. It is, as we have said,
the right line to take.
The best proof is this: on the
stage, and in the public performances, such plays, properly
worked out, are seen to be the most truly tragic; and
Euripides, even if his execution be faulty in every other
point, is seen to be nevertheless the most tragic certainly
of the dramatists.
After this comes the construction of
Plot which some rank first, one with a double story (like
the Odyssey) and an opposite issue for the good and the
bad personages.
It is ranked as first only through the
weakness of the audiences; the poets merely follow their
public, writing as its wishes dictate.
But the pleasure here
is not that of Tragedy. It belongs rather to Comedy, where
the bitterest enemies in the piece (e. g. Orestes and
Aegisthus) walk off good friends at the end, with no
slaying of any one by any one.
is not that of Tragedy. It belongs rather to Comedy, where
the bitterest enemies in the piece (e. g. Orestes and
Aegisthus) walk off good friends at the end, with no
slaying of any one by any one.
Poetics (Thomas Twining, 1789) (OCR draft) Experimental (Thomas Twining's English translation of Aristotle's Poetics, published in 1789 and aligned to the Kassel reference passage sequence.) — 13.9 focus
Whence appears the mistake of those critics who censure EURIPIDES for this practice in his Tragedies, many of which terminate unhappily; for this, as we have shewn, is right.
The Poetic of Aristotle (Henry James Pye, revised 1792) (OCR draft) Experimental (Henry James Pye's revised 1792 English translation, corrected against the 1788 first edition, aligned to the Kassel reference edition, and supplied with a selective apparatus of substantive 1788 readings.) — 13.9 focus
and makes his tragedies end with distress, are themselves wrong, that system being as we have already observed, right; the greatest proof of which is, that such dramas appear most tragical on the stage
The Poetic of Aristotle (Theodore Alois Buckley) (OCR draft) Experimental (Theodore Alois Buckley's English translation, first published in 1850 and represented from the Henry G. Bohn 1857 printing; corrected against a second OCR and aligned to the Kassel reference passage sequence.) — 13.9 focus
Hence they erroneously blame
1
Euripides, who accuse him of having done this in his tragedies, and for making many of them terminate in misfortune. For this method, as we have said, is right; of which this is the greatest evidence, that in the scenes,
Poetica Latine conversa (Franciscus Ritter, 1839) (OCR draft) Experimental (Franz Ritter's Latin translation, corrected against OCR of the represented copy and aligned to the conventional Perseus chapter-and-subchapter sequence.) — 13 focus
Quae vero oporteat sectari et quae cavere eos qui fabulas componunt, et unde futurum sit tragoediae opus, deinceps dicendum erit post ea quae exposita sunt.
quoniam igitur compositionem pulcherrimae tragoediae non simplicem esse sed implexam oportet, eamque timendorum et miserandorum esse imitationem (hoc enim proprium eiusmodi imitationis est), primum liquet non debere probos viros ex secunda fortuna in adversam incidentes conspici (non enim timendum hoc neque miserandum est, sed foedum) neque improbos ex
adversa in secundam (minime enim omnium tragicum hoc est: quippe nihil habet eorum quae debet: neque enim humanitatis sensum movet neque miserandum neque timendum est),
neque rursus vehementer improbum ex rebus secundis in adversas incurrere. nam id quod humanum talis compositio habitura est, sed neque miserationem neque timorem: illa enim circa innocentem miseriis conflictantem, hic circa similem versatur [, miseratio circa innocentem, timor circa similem], ut neque miserandum neque timendum sit quod accidit.
medius ergo inter hos relicuus est. est vero eiusmodi qui neque virtute iustitiaque excellat, neque ob nequitiam et improbitatem incidat in res adversas sed ob peccatum aliquod, ex iis qui magna existimatione sunt et felicitate, sicut Oedipus et Thyestes et qui ex huiusmodi gentibus illustres viri.
oportet igitur fabulam bene se habentem simplicem potius esse quam duplicem, ut nonnulli dicunt, et mutare non in fortunam secundam ex adversa sed contra ex secunda in adversam, non propter improbitatem sed propter peccatum magnum, vel eius quem diximus, vel melioris magis quam peioris.
signum est autem quod fieri solet: olim enim poetae qualescumque fabulas decantabant, sed iam circa paucas familias pulcherrimae tragoediae componuntur, veluti circa Alcmaeonem et Oedipum et Orestem et Meleagrum et Thyestem et Telephum, et quibuscumque aliis accidit ut aut paterentur gravia aut patrarent.
itaque pulcherrima tragoedia secundum artem est quae hac compositione praedita.
quapropter peccant qui Euripidi id ipsum vitio vertunt, quod hoc faciat in tragoediis et multae ex eius tragoediis in res adversas desinant. hoc enim, ut dictum, recte se habet.
magnum autem signum: nam in scenis et certaminibus maxime tragicae tales videntur, si bene peragantur, et Euripides, quamquam cetera non bene disponit, at maxime tragicus inter poetas videtur.
secunda autem est quae prima a nonnullis dicitur compositio, quae et duplicem compositionem habeat [, sicut Odyssea,] et finiatur iis qui meliores sunt contra quam deterioribus.
videtur autem prima esse propter spectantium imbecillitatem: obsequuntur enim poetae indulgentes spectatoribus.
est vero ea non tragoediae voluptas, sed potius comoediae propria: illic enim, qui inimicissimi sunt in fabula, velut Orestes et Aegisthus, amicitia inita postremo discedunt, nec perit quisquam a quoquam.
Poetica d'Aristotile (Bernardo Segni, 1549) (OCR draft) Experimental (Bernardo Segni's 1549 Florentine Italian translation, aligned to the Kassel reference passage sequence.) — 13 focus
Onciofia adunche che la compoſition' della bella Tragedia non debba eſſere ſcempia, ma intrec ciata;& che tale debba eſſere imitatrice di coſe terribi li, & compafsioneuoli:imperochè queſti due affetti ſo no propii da douere eſſere imitati da lei.
1
Però manifeſtamente ſi vede, che in efla non debbe apparire mutamento tale, che gli huomini giuſti,& buoni vi trapaf fino di felicità in miſeria; concioſia che tal coſa non apporti mifericordia, nè timore: anzi che ella ci dimoſtri vn fatto ſcelerato, & empio. Ne allincontro vi ſi debbe fare apparire vn tale mutamento, che li maluagi huo mini di miferia vi paſsino in felicità;
perchè vn ſimil caſo infra tutti gli altri è lontaniſsimo dalla Tragedia: per non eſſere in lui parte alcuna di quelle, che fe gli ricercan' d'hauere; nè l'humanità dico, nè la mifericor dia,nè lo ſpauento.
Medefimamente non vi fi debbe fare apparire, che vno huomo grandemente maluagio di felicità vi trapaſsi in miferia. Perchè vna tal conſtitutione di Fauola può hauere affai del piaceuole, & non può muouere nè à mifericordia, ne à timore; eſſendo l'uno affetto intorno à colui, che indegnamente viene in miferia:& l'altro intorno à colui, che gli è ſimile. La mifericordia, dico, è intorno à chi non è degno; & la paura è intorno à chi è tuo fimile.
Onde vn ſimil caſo non può apparire nè cõpaſsioneuole, ne ſpauétofo.Re ſtaci adunche, ch'e' fi faccia trapaſſare quei, che ſono nel mezo de ſopra racconti. Et tali ſono quegligi qua li nè per virtù, nè per giuftitia eſſendo eccellenti fan trapaſſaméto nella miferia; nó per vitio, nè per iniqui- • tà, ma per qualche errore commeſſo da loro, che ſono in gloria, & in proſperità di fortuna conſtituiti:ficome interuenne à Edippo, à Tieſte, & à tutti gli altri di ſimil fatta, che furono huomini illuſtri.
E' di necefsita adúche, che la Fauola, che ha ad eſſer' bella, ſia piutoſto ſcempia, che doppia, ſicome molti ſi ſtimano; cioè fia tale, doue ſi faccia il tranfito non da miferia in felici tà, ma à rouefcio, da felicità in miſeria;non per maluagità, ma per errore, che non ſia certamente leggieri commeſſo dagli huomini della forte, quale io ho raccotasò vero che piutoſto inchinino à miglior qualità, che à peggiore.
Segno di ciò mi ſia l'uſo d'hoggidı, per chè anticamente i Poeti metteuono ne' loro Poemi qualunche Fauola haueffe dato la ſorte; ma hoggi le Tragedie bellissime fon'compoſte intorno à poche famiglie:come è intorno à quella d'Algmeone, d'Edip po, d'Oreste, di Meleagro, di Tieſte, di Telefo, & di tutti quegli altri, a'quali interuenne ò di ſopportare,ò d'operar coſe acerbe.
E' adunche la Tragedia, che fi dice eſſere per arte belliſsima, in tal modo teſſuta.
Et però errano tutti quegli, che riprendon queſto in Euripi de, cioè che e faccia tal coſa nelle fue Tragedie; doue le piu d'eſſe vi finiſchino in miferia:
anzi vna tal coſa (ſi come io ho detto) è fabbricata rettamente. Di ciò è ſegno gradiſsimo, che nelle Scene, & in quei gareggia menti le coſifatte pare che habbino forte del Tragico; in caſo, dico, che elle ſien ben condotte. Et Euripide ſteſſo, febene e' difpone male l'altre parti;in queſta appariſce egli ſopra de gli altri Poeti il più Tragico.
Nel ſecondo luogo, che da molti è chiamato il primo, è meſ ſa la compoſitione di quella Fauola, che è doppia; nel quale ordine e l'Odiffea, come quella che da cotrario ſucceſſo a gli huomini buoni, & alla cattiui.
Et à queſta pare, che habbia dato le prime parti la theatrale debolezza; concioſia che i Poeti, tirando dietro al fauore, componghino efle Fauole ſecodo la voglia degli ſpet tatori.
Ma il piacere coſi fatto non è propio della Tragedia, ma è piutoſto della Commedia ; perche in queita coſi fatta Tragedia ſe in eſſa vi ſono introdotti due inimici(come fu Oreſte, & Egisto) nel fine ricóciliati, ſi dipartono amici, nê vi ſegue morte fatta da neſſuno.
De poetica (Antonio Riccobono, 1587) (OCR draft) Experimental (Antonio Riccobono's Latin translation, first published in 1587; text represented from Immanuel Bekker's 1831 edition.) — 13 focus
Quae vero oportet spectare et quae oportet cavere constituentes fabulas, et unde erit tragoediae opus, sequitur ut dicamus post illa quae adhuc dicta sunt. quoniam igitur constitutionem pulcherrimae tragoediae oportet esse non simplicem sed nexam, eamque terribilium et miserabilium imitationem (hoc enim proprium huiusmodi est imitationis),
primum quidem manifestum est
neqne
neque aequos viros mutatos apparere oportere ex prospera fortuna in adversam (id enim non est terribile nec miserabile, sed sceleratum) neque improbos ex infortunio in prosperam fortunam (id enim maxime omnium a tragoedia alienum est,
quia nihil habet eorum quae oportet: neque enim gratum hominibus neque miserabile neque terribile est),
neque rursus valde malum ex prospera fortuna in adversam cadere: quod enim gratum est hominibus, id quidem habet talis constitutio, sed neque misericordiam habet neque timorem: illa enim est circa eum qui indigne adversa fortuna utatur, hic vero circa similem, quare neque miserabile neque terribile apparet quod contingit. reliquus igitur est inter hos interiectus.
est autem talis, qui neque virtute praestat et
institia
iustitia, neque propter vitium et pravitatem mutatur in adversam fortunam, sed propter errorem aliquem, eorum qui sunt in magna existimatione et fortunae prosperitate, cuiusmodi Oedipus et Thyestes, et qui ex talibus familiis illustres viri sunt.
necesse enim est egregie se habentem fabulam esse magis simplicem quam duplicem, ut quidam dicunt; et mutari non in prosperam fortunam ex adversa, sed contra ex prospera in adversam, non propter improbitatem sed propter errorem magnum, aut talis personae qualis dictum est, aut melioris magis quam peioris.
signum autem est etiam id quod observatur: nam antea quidem poëtae quaslibet fabulas enumerabant, nunc vero circa paucas domos pulcherrimae componuntur tragoediae, ut circa Alcmaeonem et Oedipum et Orestem et Meleagrum et Thyestem et Telephum, et quibuscunque aliis contingit atrocia aut pati
ant
aut facere.
ac secundum artem quidem pulcherrima est tragoedia ex hac constitutione.
quare et errant qui accusant Euripidem in eadem re, quod hoc faciat in tragoediis, et mnltae ipsius in adversam fortunam terminent.
id enim rectum est, ut diximus. ac signum maximum est, quod in scenis et certaminibus tales maxime apparent tragicae, si recte dirigantur; et Euripides quamvis alia non bene disponat, hac tamen in parte inter poëtas maxime apparet tragicus.
iam vero secunda constitutio est, quae a quibusdam prima dicta est, eius fabulae quae duplicem habet constitutionem, ut Odyssea, et desinit ex contrarietate melioribus et peioríbus.
videtur autem esse prima propter theatrorum imbecillitatem: nam poëtae eam consequuntur morem gerentes spectatoribus.
atque haec ea non est quae a tragoedia proficiscitur voluptas, sed magis comoediae propria: in ea enim fabula si inimicissimi sint, ut Orestes et Aegisthus, amici tandem facti exeunt et nullus per alterum moritur.
De arte poetica liber (William of Moerbeke, ca. 1277) (OCR draft) Experimental (William of Moerbeke's medieval Latin translation, represented by the 1953 Aristoteles Latinus edition.) — 13 focus
Que autem oportet coniecturare et que oportet vereri constituentes fabulas et unde erit tragodie opus, consequenter utique nunc dictis erit dicendum.
Quoniam igitur oportet compositionem optime tragodie esse non simplicem sed complexam et hanc terribilium et miserabilium esse imitativam (boc enim proprium talis imitationis est) primo quidem palam quod neque epieilkees viros oportet apparere transmutantes ex eufortunio in infortunium (non enim terribile neque miserabile hoc, sed odibile est)
neque pestilentes ex infortunio in eufortunium (intragodotatissimum enim hoc est omnium; nullum enim quorum opus est, neque enim filantropum neque miserabile neque terribile est),
neque ipsum valde malignum ex eufortunio in infortunium transcidere. Quod quidem enim filantropum habebit utique talis consistentia, sed neque misericordiam neque terrorem ; hec quidem enim est circa indignum infortunantem, hic autem circa similem, misericordia quidem circa indignum, terror autem circa similem, quare neque miserabile neque terribile est quod accidit;
qui intermedius ergo horum reliquus. Est autem talis qui neque virtute differens et iustitia, neque propter malitiam et pestilentiam transmutans in infortunium, sed propter peccatum aliquod, eorum qui in magna gloria sunt et eufortunio, ut puta Dipoys et Thyestes et qui ex talibus generibus insignes viri. —
Necesse ergo bene habentem fabulam simplicem magis esse quam duplicem, sicut quidam aiunt, et transmutari non in eufortunium ex infortunio, sed contrarium ex eufortunio in infortunium, non propter pestilentiam sed propter peccatum magnum aut qualis dictum est aut melioris magis aut peioris. —
Signum autem et quod fit; primo quidem enim poete contingentes fabulas enumerabant, nunc autem circa paucas convenientes optime tragodie componuntur, puta circa Alkmeonem et Oidipoyn et Orestem et Meleagrum et Thyestem et Tilefum et quibuscumque aliis accidit aut pati dira aut fecisse. —
Que quidem igitur secundum artem pulcherrima tragodia ex tali consistentia est.
Propter quod et Euripedem incusantes idem peccant quia hoc agit in tragodis et multe ipsius in infortunium terminantur. Hoc enim est, sicut dictum est, rectum.
Signum autem maximum, in skenis enim et agonibus maxime tragodiales que tales apparent si dirigantur ; et Euripedes, et si alia non bene dispensat, sed tragodicotatissimus poetarum videtur. —
Secunda autem, que prima dicitur a quibusdam, est consistentia que duplicem consistentiam habens, sicut Odysseia, et terminans ex contraria melioribus et peioribus.
Putatur autem prima propter theatrorum debilitatem ; assecuntur enim poete secundum votum poetizantes inspectoribus. —
Est autem non hec a tragodia delectatio, sed magis komodie propria ; ibi enim si inimicissimi sint in fabula, velut Orestes et Egistus, amici facti in fine recedunt, et moritur nullus a nullo.
Arabic Poetics (Abū Bishr Mattā; Tkatsch edition) (OCR draft) Experimental (The Arabic translation attributed to Abū Bishr Mattā, edited by Jaroslaus Tkatsch in 1928 and aligned to the Kassel reference passage sequence.) — 13 focus
وهى التى *طں فى بعضها طٮا وبعضها التى يحترس بها عند تركيب الخرافات فاما من اى موضع يوجد عمل صناعة المديح فنحن مخبرون فيما بعد ونضيف ذلك الى ما تقدم فقيل
ومن قبل ان تركب المديح ينبغى ان يكون غير بسيط بل مزوج وان يكون هذا من اشيا مخوفة محزنة [حرقه مملوه حزنا] وان يكون محاكى لهذه اذ كان هذا هو خاصة المحاكاة لمثل هذه فهو ظاهر اولا انه ليس يسهل ولا على الرجال الانجاد ان تروى دايما فى التغير من الفلاح الى لافلاح وذلك ان هذا ليس هو مخوف ولا صعب لكن لهذه الى دٯلها
ولا ايضا يروى للتعبين من لافلاح الى فلاح ونجح ذلك ان هذه باجمعها هى غير مديحية وذلك ان ليس فيها شى مما يجب لا التى لمحبة الانسانية ولا التى للحزن
ولا ايضا هى مخوفة ولا ايضا هى للذين هم ارديا جدا من فلاح الى لافلاح ان يسقطون وذلك ان التى لمحبة الانسانية فلها قوام مثل هذا ولا ايضا الحزن *الـ*وف ايضا ***ك انه اما ذاك هو الى من لا يستحق عند ما لا يصلح واما هذا ڡالٮى من يشتبهه اخر اما هذا الى من لا يستحق واما الخوف فالى من الشبيه فاذا ما يعرض ليس هو لا للخوف ولا للحزن
فبقى اذا المتوسط بين هذين هو هذا اعنى الذى لا فرق فيه لا فى الفضيلة والعدل ولا ايضا يميل الى لافلاح ولانجح بسبب الجور والتعب بل بسبب خطا ما وذلك الذين هم فى جلالة عظيمة وفى نجاح وفلاح بمنزلة اوديفوس وثواسطس وهولا الذين هم من قبل هذه الاحساب ومشهورين
والخرافة التى تجرى على الاجود فلا تخلوا من ان تكون كما قال قوم بسيطة واما مركبة وان تغير لا من لا فلاح من فلاح لكن بالعكس اعنى من الفلاح الى لا فلاح لا بسبب التعب لكن بسب خطا وذلك عظيم او مثل التى قيلت الافاضل خاصة اكثر من الارذال
والدليل على ذلك ما يكون واولا كانوا يحصون الخرافات الذين يوجدون لكميا يطنون واما الان فقد تركب المديحات قليلا عند البيوت مثل ما كان بسبب القامان واوديفوس واورسطس ومالاغرس وثواسطس وطيلافس وساير القوم الاخر كم كان مبلغهم ممن مرت به مصايب ونابته النوايب ان ينفعلوا ويفعلوا اشيا صعبة
واما المديح الحسن الذى يكون بصناعة هو هذا التركيب
ولذلك قد يخطى الذين يلزمون اوريفيدس اللوم من قبل انه جعل مدايحه على هذا الضرب وذلك ان كثيرا مما يوول بالامر الى لافلاح ولانجاح والى شقا البخوت وذلك كما قلنا مما هو مستقيم
واعظم الدلايل على ذلك ان هذه الاشيا التى تكون من الجهادات ومن المسكن ترى بهذه الحال غير ان هولا يصلحون الخطا وان كان اوريفيدس دبر هذه الاشيا تدبيرا حسنا الا انه قد يرى انه ادخل فى باب المدايح من الشعرا الاخر
واما القوام الثانى فقد يقول فيها بعض الٯوام انها اولى وهى مضاعفة فى قوامها بمنزلة التدوين الذى للجوهر واذا حصلت على جهة الرواية من التضاد فقد يظن بها انها للافاضل جدا والارذال
فاما الاولى فبسبب ضعف المعروف ٮٮيطر او اما الشعرا فعندما يجعلونها للناظرين موضع الدعا
وليس هذه هى اللذة من صناعة المديح لكنها اكثر مناسبة لصناعة الهجا وذلك ان هنالك فالاعدا والمبغضون هم الذين يوجدون فى الخرافة بمنزلة اوسطس والسطس اللذين عند ما صارا اصدقا فى اخر الامر قد تبديا وڡعال فيهما فى القينة امر الميتة لا واحد من رفيقه وقرينه
Arabic Poetics (Abū Bishr Mattā; Tkatsch edition, unaligned) (OCR draft) Experimental (Tkatsch's edition of the medieval Arabic translation in its original, unaligned segmentation.) — 13 focus
فاما من اى موضع يوجد عمل صناعة المديح فنحن مخبرون فيما بعد ونضيف ذلك الى ما تقدم فقيل
ومن قبل ان تركب المديح ينبغى ان يكون غير بسيط بل مزوج وان يكون هذا من اشيا مخوفة محزنة [حرقه مملوه حزنا] وان يكون محاكى لهذه اذ كان هذا هو خاصة المحاكاة لمثل هذه فهو ظاهر اولا انه ليس يسهل ولا على الرجال الانجاد ان تروى دايما فى التغير من الفلاح الى لافلاح وذلك ان هذا ليس هو مخوف ولا صعب لكن لهذه الى دٯلها ولا ايضا يروى للتعبين من لافلاح الى فلاح ونجح ذلك ان هذه باجمعها هى غير مديحية وذلك ان ليس فيها شى مما يجب لا التى لمحبة الانسانية ولا التى للحزن ولا ايضا هى مخوفة ولا ايضا هى للذين هم ارديا جدا من فلاح الى لافلاح ان يسقطون
وذلك ان التى لمحبة الانسانية فلها قوام مثل هذا ولا ايضا الحزن *الـ*وف ايضا ***ك انه اما ذاك هو الى من لا يستحق عند ما لا يصلح واما هذا ڡالٮى من يشتبهه اخر اما هذا الى من لا يستحق واما الخوف فالى من الشبيه فاذا ما يعرض ليس هو لا للخوف ولا للحزن
فبقى اذا المتوسط بين هذين هو هذا
اعنى الذى لا فرق فيه لا فى الفضيلة والعدل ولا ايضا يميل الى لافلاح ولانجح بسبب الجور والتعب بل بسبب خطا ما وذلك الذين هم فى جلالة عظيمة وفى نجاح وفلاح بمنزلة اوديفوس وثواسطس وهولا الذين هم من قبل هذه الاحساب ومشهورين
والخرافة التى تجرى على الاجود فلا تخلوا من ان تكون كما قال قوم بسيطة واما مركبة وان تغير لا من لا فلاح من فلاح لكن بالعكس اعنى من الفلاح الى لا فلاح لا بسبب التعب لكن بسب خطا وذلك عظيم او مثل التى قيلت الافاضل خاصة اكثر من الارذال
والدليل على ذلك ما يكون واولا كانوا يحصون الخرافات الذين يوجدون لكميا يطنون واما الان فقد تركب المديحات قليلا عند البيوت مثل ما كان بسبب القامان واوديفوس واورسطس ومالاغرس وثواسطس وطيلافس وساير القوم الاخر كم كان مبلغهم ممن مرت به مصايب ونابته النوايب ان ينفعلوا ويفعلوا اشيا صعبة
واما المديح الحسن الذى يكون بصناعة هو هذا التركيب
ولذلك قد يخطى الذين يلزمون اوريفيدس اللوم من قبل انه جعل مدايحه على هذا الضرب وذلك ان كثيرا مما يوول بالامر الى لافلاح ولانجاح والى شقا البخوت
وذلك كما قلنا
واعظم الدلايل على ذلك مما هو مستقيم ان هذه الاشيا التى تكون من الجهادات ومن المسكن ترى بهذه الحال غير ان هولا يصلحون الخطا وان كان اوريفيدس دبر هذه الاشيا تدبيرا حسنا الا انه قد يرى انه ادخل فى باب المدايح من الشعرا الاخر
واما القوام الثانى فقد يقول فيها بعض الٯوام انها اولى وهى مضاعفة فى قوامها بمنزلة التدوين الذى للجوهر واذا حصلت على جهة الرواية من التضاد فقد يظن بها انها للافاضل جدا والارذال
فاما الاولى فبسبب ضعف المعروف ٮٮيطر او اما الشعرا فعندما يجعلونها للناظرين موضع الدعا
وليس هذه هى اللذة من صناعة المديح لكنها اكثر مناسبة لصناعة الهجا وذلك ان هنالك فالاعدا والمبغضون هم الذين يوجدون فى الخرافة بمنزلة اوسطس والسطس اللذين عند ما صارا اصدقا فى اخر الامر قد تبديا وڡعال فيهما فى القينة امر الميتة لا واحد من رفيقه وقرينه