Περὶ δὲ προβλημάτων καὶ λύσεων, ἐκ πόσων τε καὶ
ποίων ἂν εἰδῶν ἐστιν, ὧδ᾽ ἂν θεωροῦσιν γένοιτ᾽ ἂν φανερόν.
ἐπεὶ γάρ ἐστι μιμητὴς ὁ ποιητὴς ὡσπερανεὶ ζωγράφος ἤ τις
ἄλλος εἰκονοποιός, ἀνάγκη μιμεῖσθαι τριῶν ὄντων τὸν ἀριθμὸν
ἕν τι ἀεί, ἢ γὰρ οἷα ἦν ἢ ἔστιν, ἢ οἵά φασιν καὶ δοκεῖ,
ἢ οἷα εἶναι δεῖ.
ταῦτα δ᾽ ἐξαγγέλλεται λέξει ἢ καὶ
γλώτταις καὶ μεταφοραῖς· καὶ πολλὰ πάθη τῆς λέξεώς ἐστι,
δίδομεν γὰρ ταῦτα τοῖς ποιηταῖς.
πρὸς δὲ τούτοις οὐχ ἡ αὐτὴ
ὀρθότης ἐστὶν τῆς πολιτικῆς καὶ τῆς ποιητικῆς οὐδὲ ἄλλης
τέχνης καὶ ποιητικῆς.
αὐτῆς δὲ τῆς ποιητικῆς διττὴ ἁμαρτία,
ἡ μὲν γὰρ καθ᾽ αὑτήν, ἡ δὲ κατὰ συμβεβηκός.
εἰ μὲν γὰρ προείλετο μιμήσασθαι ἀδυναμίαν, αὐτῆς ἡ ἁμαρτία· εἰ
δὲ τῷ προελέσθαι μὴ ὀρθῶς, ἀλλὰ τὸν ἵππον ἄμφω τὰ
δεξιὰ προβεβληκότα, ἢ τὸ καθ᾽ ἑκάστην τέχνην ἁμάρτημα
(οἷον τὸ κατ᾽ ἰατρικὴν ἢ ἄλλην τέχνην) ἢ ἀδύνατα πεποίηται
ὁποῖ᾽ ἂν οὖν, οὐ καθ᾽ ἑαυτήν.
ὥστε δεῖ τὰ ἐπιτιμήματα ἐν τοῖς
προβλήμασιν ἐκ τούτων ἐπισκοποῦντα λύειν.
πρῶτον μὲν τὰ
πρὸς αὐτὴν τὴν τέχνην· εἰ ἀδύνατα πεποίηται, ἡμάρτηται·
ἀλλ᾽ ὀρθῶς ἔχει, εἰ τυγχάνει τοῦ τέλους τοῦ αὐτῆς, (τὸ γὰρ
τέλος εἴρηται) εἰ οὕτως ἐκπληκτικώτερον ἢ αὐτὸ ἢ ἄλλο ποιεῖ
μέρος. παράδειγμα ἡ τοῦ Ἕκτορος δίωξις.
εἰ μέντοι τὸ
τέλος ἢ μᾶλλον ἢ μὴ ἧττον ἐνεδέχετο ὑπάρχειν καὶ κατὰ
τὴν περὶ τούτων τέχνην, ἡμαρτῆσθαι οὐκ ὀρθῶς· δεῖ γὰρ εἰ
ἐνδέχεται ὅλως μηδαμῇ ἡμαρτῆσθαι.
ἔτι ποτέρων ἐστὶ τὸ
ἁμάρτημα, τῶν κατὰ τὴν τέχνην ἢ κατ᾽ ἄλλο συμβεβη-
κός ; ἔλαττον γὰρ εἰ μὴ ᾔδει ὅτι ἔλαφος θήλεια κέρατα
οὐκ ἔχει ἢ εἰ ἀμιμήτως ἔγραψεν.
πρὸς δὲ τούτοις ἐὰν
ἐπιτιμᾶται ὅτι οὐκ ἀληθῆ, ἀλλ᾽ ἴσως δεῖ, οἷον καὶ Σοφοκλῆς
ἔφη αὐτὸς μὲν οἷους δεῖ ποιεῖν, Εὐριπίδην δὲ οἷοι εἰσίν, ταύτῃ
λυτέον.
εἰ δὲ μηδετέρως, ὅτι οὕτω φασίν, οἷον τὰ περὶ θεῶν·
ἴσως γὰρ οὔτε βέλτιον οὔτε λέγειν οὔτ᾽ ἀληθῆ, ἀλλ᾽ ἔτυχεν
ὥσπερ Ξενοφάνει· ἀλλ᾽ οὖν φασι.
τὰ δὲ ἴσως οὐ βέλτιον
μέν, ἀλλ᾽ οὕτως εἶχεν, οἷον τὰ περὶ τῶν ὅπλων,
δέ σφιν ὄρθ᾽ ἐπὶ σαυρωτῆρος·
ὥσπερ καὶ νῦν Ἰλλυριοί.
περὶ δὲ τοῦ καλῶς ἢ μὴ καλῶς
ἢ εἴρηται τινι ἢ πέπρακται, οὐ μόνον σκεπτέον εἰς αὐτὸ τὸ
πεπραγμένον ἢ εἰρημένον βλέποντα εἰ σπουδαῖον ἢ φαῦλον,
ἀλλὰ καὶ εἰς τὸν πράττοντα ἢ λέγοντα πρὸς ὃν ἢ
ὅτε ἢ ὅτῳ ἢ οὗ ἕνεκεν, οἷον ἢ μείζονος ἀγαθοῦ, ἵνα γένηται,
ἢ μείζονος κακοῦ, ἵνα ἀπογένηται.
τὰ δὲ πρὸς τὴν
λέξιν ὁρῶντα δεῖ διαλύειν, οἷον γλώττῃ
ἴσως γὰρ οὐ τοὺς ἡμιόνους λέγει ἀλλὰ τοὺς φύλακας·
καὶ τὸν Δόλωνα,
οὐ τὸ σῶμα ἀσύμμετρον ἀλλὰ τὸ πρόσωπον αἰσχρόν, τὸ γὰρ
εὐειδὲς οἱ Κρῆτες τὸ εὐπρόσωπον καλοῦσι· καὶ τὸ
δὲ κέραιε
θᾶττον.
τὰ δὲ κατὰ μεταφορὰν εἴρηται, οἷον
ῥα θεοί τε καὶ ἀνέρες εἶδον παννύχιοι·
†τε ὁμαδόν†
εἴρηται, τὸ γὰρ πᾶν πολύ τι. καὶ τὸ
κατὰ μεταφοράν, τὸ γὰρ γνωριμώτατον μόνον.
κατὰ
δὲ προσῳδίαν, ὥσπερ Ἱππίας ἔλυεν ὁ Θάσιος, τὸ
δέ οἱ
τὰ δὲ διαιρέσει,
οἷον Ἐμπεδοκλῆς
ἀθάνατα ζωρά τε πρὶν κέκρητο.
τὰ δὲ ἀμφιβολίᾳ,
τὸ γὰρ πλείω ἀμφίβολόν ἐστιν.
τὰ δὲ κατὰ τὸ ἔθος τῆς
λέξεως. τὸν κεκραμένον οἶνόν
φασιν εἶναι, ὅθεν πεποίηται
καὶ χαλκέας τοὺς τὸν σίδηρον ἐργαζομένους, ὅθεν εἴρηται
ὁ Γανυμήδης Διὶ οἰνοχοεύειν, οὐ πινόντων οἶνον. εἴη
δ᾽ ἂν τοῦτό γε κατὰ μεταφοράν.
δεῖ δὲ καὶ ὅταν ὄνομά
τι ὑπεναντίωμά τι δοκῇ σημαίνειν, ἐπισκοπεῖν ποσαχῶς ἂν
σημαίνοι τοῦτο ἐν τῷ εἰρημένῳ, οἷον τῷ
ἔγχος
ὡδὶ ὡς μάλιστ᾽ ἄν τις ὑπολάβοι κατὰ τὴν καταντικρὺ
ἢ ὡς
Γλαύκων λέγει, ὅτι ἔνια ἀλόγως προυπολαμβάνουσιν καὶ
αὐτοὶ καταψηφισάμενοι συλλογίζονται, καὶ ὡς εἰρηκότος ὅ
τι δοκεῖ ἐπιτιμῶσιν, ἂν ὑπεναντίον τῇ αὐτῶν οἰήσει.
τοῦτο
δὲ πέπονθε τὰ περὶ Ἰκάριον.
οἴονται γὰρ αὐτὸν Λάκωνα
εἶναι· ἄτοπον οὖν τὸ μὴ ἐντυχεῖν τὸν Τηλέμαχον αὐτῷ εἰς
Λακεδαίμονα ἐλθόντα.
τὸ δ᾽ ἴσως ἔχει ὥσπερ οἱ Κεφαλλῆνες
φασι· παρ᾽ αὐτῶν γὰρ γῆμαι λέγουσι τὸν Ὀδυσσέα
καὶ εἶναι Ἰκάδιον ἀλλ᾽ οὐκ Ἰκάριον· δι᾽ ἁμάρτημα δὲ τὸ
πρόβλημα εἰκός ἐστιν.
ὅλως δὲ τὸ ἀδύνατον μὲν πρὸς τὴν
ποίησιν ἢ πρὸς τὸ βέλτιον ἢ πρὸς τὴν δόξαν δεῖ ἀνάγειν.
πρός τε γὰρ τὴν ποίησιν αἱρετώτερον πιθανὸν ἀδύνατον ἢ
ἀπίθανον καὶ δυνατόν·
τοιούτους εἶναι οἵους Ζεύξις
ἔγραφεν, ἀλλὰ βέλτιον· τὸ γὰρ παράδειγμα δεῖ ὑπερέχειν.
πρὸς ἅ φασιν τἄλογα· οὕτω τε καὶ ὅτι ποτὲ οὐκ ἄλογόν
ἐστιν· εἰκὸς γὰρ καὶ παρὰ τὸ εἰκὸς γίνεσθαι.
τὰ δ᾽ ὑπεναντίως
εἰρημένα οὕτω σκοπεῖν ὥσπερ οἱ ἐν τοῖς λόγοις
ἔλεγχοι εἰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως, ὥστε
καὶ αὐτὸν ἢ πρὸς ἃ αὐτὸς λέγει ἢ ὃ ἂν φρόνιμος ὑποθῆται.
ὀρθὴ δ᾽ ἐπιτίμησις καὶ ἀλογίᾳ καὶ μοχθηρίᾳ, ὅταν μὴ ἀνάγκης
οὔσης μηθὲν χρήσηται τῷ ἀλόγῳ, ὥσπερ Εὐριπίδης τῷ
Αἰγεῖ, ἢ τῇ πονηρίᾳ, ὥσπερ ἐν Ὀρέστῃ τῇ τοῦ Μενελάου.
τὰ μὲν οὖν ἐπιτιμήματα ἐκ πέντε εἰδῶν φέρουσιν· ἢ γὰρ ὡς
ἀδύνατα ἢ ὡς ἄλογα ἢ ὡς βλαβερὰ ἢ ὡς ὑπεναντία ἢ ὡς
παρὰ τὴν ὀρθότητα τὴν κατὰ τέχνην. αἱ δὲ λύσεις ἐκ τῶν
εἰρημένων ἀριθμῶν σκεπτέαι, εἰσὶν δὲ δώδεκα.
Poetics. Aristotle. ed. Ingram Bywater. . 1909.