Ὀνόματος δὲ εἴδη τὸ μὲν ἁπλοῦν, ἁπλοῦν δὲ λέγω
μὴ ἐκ σημαινόντων σύγκειται, οἷον γῆ, τὸ δὲ διπλοῦν·
δὲ τὸ μὲν ἐκ σημαίνοντος καὶ ἀσήμου, πλὴν οὐκ ἐν τῷ
ὀνόματι σημαίνοντος καὶ ἀσήμου, τὸ δὲ ἐκ σημαινόντων
σύγκειται.
εἴη δ᾽ ἂν καὶ τριπλοῦν καὶ τετραπλοῦν ὄνομα καὶ
πολλαπλοῦν, οἷον τὰ πολλὰ τῶν μεγαλειωτῶν, Ἑρμοκαϊκόξανθος
* *.
μεταφορὰ ἢ κόσμος ἢ πεποιημένον ἢ ἐπεκτεταμένον ἢ ὑφῃρημένον
ἐξηλλαγμένον.
ἕκαστοι,
καὶ κύριον εἶναι δυνατὸν τὸ αὐτό, μὴ τοῖς αὐτοῖς δέ·
τὸ γὰρ σίγυνον Κυπρίοις μὲν κύριον, ἡμῖν δὲ γλῶττα.
δέ ἐστιν ὀνόματος ἀλλοτρίου ἐπιφορὰ ἢ ἀπὸ τοῦ
γένους ἐπὶ εἶδος ἢ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἢ ἀπὸ τοῦ εἴδους
ἐπὶ εἶδος ἢ κατὰ τὸ ἀνάλογον.
ἐπὶ εἶδος οἷον
ἑστάναι τι.
ἐσθλὰ ἔοργεν·”
τοῦ πολλοῦ κέχρηται.
ἀπὸ ψυχὴν ἀρύσας”
γὰρ τὸ μὲν ἀρύσαι ταμεῖν, τὸ δὲ ταμεῖν ἀρύσαι εἴρηκεν·
ἄμφω γὰρ ἀφελεῖν τί ἐστιν.
ὁμοίως ἔχῃ τὸ δεύτερον πρὸς τὸ πρῶτον καὶ τὸ τέταρτον
πρὸς τὸ τρίτον· ἐρεῖ γὰρ ἀντὶ τοῦ δευτέρου τὸ τέταρτον ἢ
ἀντὶ τοῦ τετάρτου τὸ δεύτερον.
οὗ λέγει πρὸς ὅ ἐστι. λέγω δὲ οἷον ὁμοίως ἔχει φιάλη πρὸς
Διόνυσον καὶ ἀσπὶς πρὸς Ἄρη· ἐρεῖ τοίνυν τὴν φιάλην ἀσπίδα
Διονύσου καὶ τὴν ἀσπίδα φιάλην Ἄρεως.
βίον, καὶ ἑσπέρα πρὸς ἡμέραν· ἐρεῖ τοίνυν τὴν ἑσπέραν γῆρας
ἡμέρας ἢ ὥσπερ Ἐμπεδοκλῆς, καὶ τὸ γῆρας ἑσπέραν βίου
ἢ δυσμὰς βίου.
ἀλλ᾽ οὐδὲν ἧττον ὁμοίως λεχθήσεται· οἷον τὸ τὸν
καρπὸν μὲν ἀφιέναι σπείρειν, τὸ δὲ τὴν φλόγα ἐπὶ τοῦ
ἡλίου ἀνώνυμον· ἀλλ᾽ ὁμοίως ἔχει τοῦτο πρὸς τὸν ἥλιον καὶ
τὸ σπείρειν πρὸς τὸν καρπόν, διὸ εἴρηται
ἔστι δὲ τῷ τρόπῳ τούτῳ τῆς μεταφορᾶς χρῆσθαι
καὶ ἄλλως, προσαγορεύσαντα τὸ ἀλλότριον ἀποφῆσαι τῶν
οἰκείων τι,
ἄοινον. * *
τινῶν αὐτὸς τίθεται ὁ ποιητής, (δοκεῖ γὰρ ἔνια εἶναι τοιαῦτα)
οἷον τὰ κέρατα ἐρνύγας καὶ τὸν ἱερέα ἀρητῆρα.
ἐπεκτεταμένον
δέ ἐστιν ἢ ἀφηρημένον τὸ μὲν ἐὰν φωνήεντι μακροτέρῳ
κεχρημένον τοῦ οἰκείου ἢ συλλαβῇ ἐμβεβλημένῃ, τὸ δὲ ἂν
ἀφῃρημένον τι αὐτοῦ,
πόληος καὶ τὸ Πηλείδου Πηληιάδεω, ἀφῃρημένον δὲ οἷον τὸ
κρῖ καὶ τὸ δῶ καὶ
δ᾽ ἐστὶν ὅταν τοῦ ὀνομαζομένου τὸ μὲν καταλείπῃ
τὸ δὲ ποιῇ, οἷον τὸ
αὐτῶν δὲ τῶν ὀνομάτων τὰ μὲν ἄρρενα τὰ δὲ θήλεα τὰ
δὲ μεταξύ, ἄρρενα μὲν ὅσα τελευτᾷ εἰς τὸ Ν καὶ Ρ καὶ Σ καὶ
ὅσα ἐκ τούτου σύγκειται (ταῦτα δ᾽ ἐστὶν δύο, Ψ καὶ Ξ), θήλεα
δὲ ὅσα ἐκ τῶν φωνηέντων εἴς τε τὰ ἀεὶ μακρά,
καὶ Ω, καὶ τῶν ἐπεκτεινομένων εἰς Α·
πλήθη εἰς ὅσα τὰ ἄρρενα καὶ τὰ θήλεα· τὸ γὰρ Ψ καὶ τὸ Ξ
τῷ Σ ταὐτά ἐστιν.
οὐδὲ εἰς φωνῆεν βραχύ.
πέπερι. εἰς δὲ τὸ Υ πέντε. τὰ δὲ μεταξὺ εἰς ταῦτα καὶ
Ν καὶ Ρ καὶ Σ.
Poetics. Aristotle. ed. Ingram Bywater. . 1909.