Ἐπεὶ δὲ μιμοῦνται οἱ μιμούμενοι πράττοντας, ἀνάγκη
δὲ τούτους ἢ σπουδαίους ἢ φαύλους εἶναι (τὰ γὰρ ἤθη σχεδὸν
ἀεὶ τούτοις ἀκολουθεῖ μόνοις, κακίᾳ γὰρ καὶ ἀρετῇ τὰ ἤθη
διαφέρουσι πάντες), ἤτοι βελτίονας ἢ καθ᾽ ἡμᾶς ἢ χείρονας
ἢ καὶ τοιούτους, ὥσπερ οἱ γραφεῖς·
κρείττους, Παύσων δὲ χείρους, Διονύσιος δὲ ὁμοίους εἴκαζεν.
δῆλον δὲ ὅτι καὶ τῶν λεχθεισῶν ἑκάστη μιμήσεων ἔξει
ταύτας τὰς διαφορὰς καὶ ἔσται ἑτέρα τῷ ἕτερα μιμεῖσθαι
τοῦτον τὸν τρόπον.
κιθαρίσει ἔστι γενέσθαι ταύτας τὰς ἀνομοιότητας,
περὶ τοὺς λόγους δὲ καὶ τὴν ψιλομετρίαν, οἷον Ὅμηρος μὲν
βελτίους, Κλεοφῶν δὲ ὁμοίους, Ἡγήμων δὲ ὁ Θάσιος ὁ τὰς
παρῳδίας ποιήσας πρῶτος καὶ Νικοχάρης ὁ τὴν Δειλιάδα
χείρους·
νόμους, ὥσπερ Κύκλωπας Τιμόθεος καὶ Φιλόξενος,
μιμήσαιτο ἄν τις.
πρὸς τὴν κωμῳδίαν διέστηκεν· ἡ μὲν γὰρ χείρους ἡ δὲ
βελτίους μιμεῖσθαι βούλεται τῶν νῦν.
Poetics. Aristotle. ed. Ingram Bywater. . 1909.