Ἀναγνώρισις δὲ τί μέν ἐστιν, εἴρηται πρότερον· εἴδη
δὲ ἀναγνωρίσεως, πρώτη μὲν ἡ ἀτεχνοτάτη καὶ πλείστῃ
χρῶνται δι᾽ ἀπορίαν, ἡ διὰ τῶν σημείων.
σύμφυτα, οἷον “λόγχην ἣν φοροῦσι Γηγενεῖς”
οἵους ἐν τῷ Θυέστῃ Καρκίνος, τὰ δὲ ἐπίκτητα, καὶ τούτων
τὰ μὲν ἐν τῷ σώματι, οἷον οὐλαί, τὰ δὲ ἐκτός, τὰ περιδέραια
καὶ οἷον ἐν τῇ Τυροῖ διὰ τῆς σκάφης.
τούτοις χρῆσθαι ἢ βέλτιον ἢ χεῖρον, οἷον ὁ Ὀδυσσεὺς διὰ
τῆς οὐλῆς ἄλλως ἀνεγνωρίσθη ὑπὸ τῆς τροφοῦ καὶ ἄλλως
ὑπὸ τῶν συβοτῶν·
καὶ αἱ τοιαῦται πᾶσαι, αἱ δὲ ἐκ περιπετείας, ὥσπερ
ἡ ἐν τοῖς Νίπτροις, βελτίους.
δεύτεραι δὲ αἱ πεποιημέναι
ὑπὸ τοῦ ποιητοῦ, διὸ ἄτεχνοι. οἷον ὁ Ὀρέστης ἐν τῇ
Ἰφιγενείᾳ ἀνεγνώρισεν ὅτι Ὀρέστης· ἐκείνη μὲν γὰρ διὰ τῆς
ἐπιστολῆς, ἐκεῖνος δὲ αὐτὸς λέγει ἃ βούλεται ὁ ποιητὴς ἀλλ᾽
οὐχ ὁ μῦθος·
γὰρ ἂν ἔνια καὶ ἐνεγκεῖν. καὶ ἐν τῷ Σοφοκλέους Τηρεῖ ἡ
τῆς κερκίδος φωνή.
τι ἰδόντα, ὥσπερ ἡ ἐν Κυπρίοις τοῖς Δικαιογένους, ἰδὼν γὰρ
τὴν γραφὴν ἔκλαυσεν, καὶ ἡ ἐν Ἀλκίνου ἀπολόγῳ, ἀκούων
γὰρ τοῦ κιθαριστοῦ καὶ μνησθεὶς ἐδάκρυσεν, ὅθεν ἀνεγνωρίσθησαν.
τετάρτη δὲ ἡ ἐκ συλλογισμοῦ, οἷον ἐν Χοηφόροις,
ὅτι ὅμοιός τις ἐλήλυθεν, ὅμοιος δὲ οὐθεὶς ἀλλ᾽ ἢ ὁ Ὀρέστης,
οὗτος ἄρα ἐλήλυθεν. καὶ ἡ Πολυίδου τοῦ σοφιστοῦ περὶ τῆς
Ἰφιγενείας· εἰκὸς γὰρ τὸν Ὀρέστην συλλογίσασθαι ὅτι ἥ τ᾽
ἀδελφὴ ἐτύθη καὶ αὐτῷ συμβαίνει θύεσθαι. καὶ ἐν τῷ
Θεοδέκτου Τυδεῖ, ὅτι ἐλθὼν ὡς εὑρήσων υἱὸν αὐτὸς ἀπόλλυται.
καὶ ἡ ἐν τοῖς Φινείδαις· ἰδοῦσαι γὰρ τὸν τόπον συνελογίσαντο
τὴν εἱμαρμένην ὅτι ἐν τούτῳ εἵμαρτο ἀποθανεῖν
αὐταῖς, καὶ γὰρ ἐξετέθησαν ἐνταῦθα.
ἔστιν δέ τις καὶ συνθετὴ
ἐκ παραλογισμοῦ τοῦ θατέρου, οἷον ἐν τῷ Ὀδυσσεῖ τῷ
ψευδαγγέλῳ· τὸ μὲν γὰρ τὸ τόξον ἔφη γνώσεσθαι ὃ οὐχ
ἑωράκει, τὸ δὲ ὡς δὴ ἐκείνου ἀναγνωριοῦντος διὰ τούτου
ποιῆσαι παραλογισμός.
πασῶν δὲ βελτίστη ἀναγνώρισις ἡ ἐξ
αὐτῶν τῶν πραγμάτων τῆς ἐκπλήξεως γιγνομένης δι᾽ εἰκότων,
οἷον τὸ ἐν τῷ Σοφοκλέους Οἰδίποδι καὶ τῇ Ἰφιγενείᾳ·
εἰκὸς γὰρ βούλεσθαι ἐπιθεῖναι γράμματα. αἱ γὰρ τοιαῦται
μόναι ἄνευ τῶν πεποιημένων σημείων καὶ δεραίων.
δὲ αἱ ἐκ συλλογισμοῦ.
Poetics. Aristotle. ed. Ingram Bywater. . 1909.