εἰρήσθω. ἑπόμενον δʼ ἅν εἴη περὶ τῶν φλεβῶν
εἰπεῖν,τὴςτε μεγάληςκαὶτῆς ἀορτῆς· αυται γὰρ ἐκτὴς καρδίας πρῶται δέχονται τὸ αὶμα, αἱ δὲ λοιπαὶ τούτων ἀποφυάδες εἰσίν. ὅτι μὲν οὖν τοῦ αἵματος χάριν εἰσί, πρὸτερον εἴρηται· τό τε γὰρ ὑγρὸν ἅπαν ἀγγείου δεῖται, καὶ τὸ φλεβῶν γένος ἀγγεῖον, τὸ δʼ αἷμα ἐν ταύταις· διότι δὲ δύο καὶ ἀπὸ μιᾶς ἀρχῆρ
καθʼ ἅπαν τὸ σῶμα διατείνουσι, λέγωμεν.
τῶν δʼ ἀναίμων ἐνίοις κατ’ ἐνεργείαν μόνον. διὸ καὶ τὴν τού θερμοῦ ἀρχὴν ἀναγκαῖον ἐν τῷ αὐτῷ τόπῳ εἶναι· αὕτη δʼ ἐστὶν αἰτία καὶ τῷ αἵματι τῆς ὑγρότητος καὶ τῆς θερμὸτητος.
διὰ δὲ τὴν τού αἵματος ἑνότητα καὶ ἡ τῶν φλεβῶν ἀπὸ μιᾶς. δύο δʼ εἰσὶ διὰ τὸ τὰ σύύματα εἶναι διμερῆ τῶν ἐναίμων καὶ πορευτικῶν· ἐν πἀσι γὰρ τούτοις διύὸρισται τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν καὶ τὸ ἄνω καὶ τὸ κάτω.
τιμιητερον καὶ ἠγεμονικῶτερον τὸ ἔμπροσθεν τοῦ 1 ὅπισθεν, τοσούτῳ καὶ ἡ μεγάλη φλὲψ τῆς ἀορτῆς· ἡ μὲν γὰρ ἐν τοῖς ἔμπροσθεν, ἡ δʼ ἐν τοῖς ὄπισθεν κεῖται, καὶ τὴν μὲν ἅπαντ’ ἔχει τὰ ἔναιμα φανερς, τὴν δʼ ἕυια μὲν ἀμυδρῶς ἔνια δʼ ἀφανής. τοῦ δʼ
εἰς τὸ πᾶν διαδεδόσθαι τὸ σῶμα τὰς φλέβας σἴτιον τὸ παντὸς εἶναι τού σώὸματος ὕλην τὸ αἷμα, τοῖς δʼ ἀναίμοις τὸ ἀνάλογον, ταύτα δʼ ἐν φλεβὶ καὶ τὼ ἀνάλογον κεῖσθαι.
καὶ λέγειν· συνισταμένων δὲ τῶν μορίων ἐκ τού αἵματος, καθάπερ εἴπομεν, εὐλόγως ἡ τῶν φλεβῶν ῥύσις διὰ παντὸς τοῦ σώμακτος πέφυκεν· δεῖ γὰρ καὶ τὸ αἷμα διὰ παντὸς καὶ παρὰ πάν εἶναι, εἴπερ τῶν μορίων ἕκαστον ἐκ τούτου συνέστηκεν.
ἀπὸ μιᾶς ἀρχῆς καὶ πηγης είς πολλοὺς ὀχετοὺς καὶ ἅλλους ἀεὶ πρὸς τὸ πάντῃ μεταδιδόναι, καὶ ἐν ταῖς οἰκοδομίαις παρὰ πᾶσον τὴν τῶν θεμελίων ὑπογραφὴν λίθοι παραβέβληνται διὰ τὸ τὰ μὲν κηπευόμενα φύεσθαι ἐκ τοῦ ὕδατος, τοὺς δὲ θεμελίους ἐκ τῶν
λίθων οίκοδομεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ ἡ φύσις τὸ αἷμα διὰ παντὸς ὸχέτευκε τοῦ σύματος, ἐπειδὴ παντὸς ὕλη πέφυκε τοὺτο.
τε καὶ συκίνων φύλλων καὶ ὅσ’ ἅλλα τοιαύτα καὶ γὰρ τούτων αὐαινομένων φλέβες λείπονται μόνον.
γίνονται, τὸν αὐτὸν τρὸπον καὶ τῶν φλεβῶν αἱ μὲν μέγισται διαμένουσιν, αἱ δʼ ἐλάχισται γίνονται σάρκες ἐνεργείᾳ, δυνάμει δʼ είσὶν οὐδὲν ἧσσον φλέβες. διὸ καὶ σωζομένων τῶν σαρκῶν καθʼ ὁτιοῦν αἷμα ῥεῖ διαιρουμένωνʼ καίτοι ἄνευ μὲν φλεβὸς οὐκ ἔστιν αἷμα, φλέβιον δʼ οὐδὲν δῆλον, ὤσπερ οὐδʼ ἐν τοῖς ὀχετοῖς
αἱ τάφροι πρὶν τὴν ἰλύν ἐξαιρεθ ὴναι.
τῶν φλεβίων ἀναστομωθέντων.
πεσσόμενον, ἡ δὲ τροφὴ καὶ τὸ αἷμα μικτὸν ἐξ ἀμφοῖν. ἀδυνατεῖ δὲ πέσσειν ἡ θερμότης οὑ μόνον διὰ τὴν αὑτῆς ὀλιγότητα ἀλλὰ καὶ διὰ πλῆθος καὶ ὑπερταύτην βολὴν τῆς εἰσφερομένης τροφῆς· γίνεται δὲ πρὸς ὀλίγη. ἡ δʼ ὑπερβολὴ δισσἡ· καὶ γὰρ τῷ ποσῷ
καὶ τῷ ποιῷ· οὐ γὰρ πἀν ὁμοίως εὔπεπτον.
φλὲψ καὶ ἡ ἀορτή, κάτω δʼ ἐναλλάσσουσαι συνέχουσι τὸ σῶμα. προϊοῦσαι γὰρ σχίζονται κατὰ τὴν διφυίαν τῶν κύόλων, καὶ ἡ μὲν ἐκ τού ἔμπροσθεν εἰς τοὔπισθεν προέρχεται, ἡ δ᾿ ἐκ τοῦ ὄπισθεν εἰς τοὔμπροσθεν, καὶ συμβάλλουσιν εἰς ἓν· ὥσπερ γὰρ ἐν τοῖς πλεκομένοις
ἐγγίνεται τὸ συνεχὲς μἀλλον, οὕτω καὶ διὰ τῆς τῶν φλεβῶν ἐναλλάξεως συνδεῖται τῶν σωμάτων τὰ πρόσθια τοῖς ὄπισθεν. ὁμοίως δὶ καὶ ἀπὸ τῆς καρδίας ἐν τοῖς ἄνω τόποις συμβαίνει.
τῶν ἀνατομῶν δεῖ θεωρεῖν καὶ ἐκ τῆς ζωικῆς ἱστορίας. καὶ περὶ μὲν φλεβῶν καὶ καρδίας εἰρήσθω, περὶ δὲ τῶν ἅλλων σπλάγχνων σκεπτέον κατὰ τὴν αὐτὴν μέθοδον.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.