τούτο τὸ μόριον ἔχει, ἀλλὰ μόνα τὰ ἔχοντα ὡν χάριν ὁ αὐχὴν πέφυκεν· ταῦτα δʼ ἐστὶν ὅ τε φάρυγξ καὶ ὁ καλούμενος οἰσοφάγος,
διὸ τὰ μὴ ἔχοντα πλεύμονα οὐκ ἔχουσιν οὐδʼ αὐχένα, οἷον τὸ τῶν ἐχθύων γένος. ὁ δʼ οἰσοφάγος ἐστὶ ὄι σὗ ἡ τροφὴ πορεύεται εἰς τὴν κοιλίαν· ὥσθʼ ὅσα μὴ ἔχει αὐχένα, οὐδʼ οἰσοφάγον ἐπιδήλως ἔχουσιν. οὐκ ἀναγκαῖον δʼ ἔχειν τὸν οἰσοφάγον τῆς τροφῆς ἕνεκεν· οὐθὲν γὰρ παρασκευάζει πρὸς αὑτήν.
τὴν κοιλίαν εὐθέως, τὸν δὲ πλεύμονα οὑκ ἐνδέχεται. δεῖ γὰρ εἶναί τινα κοινὸν οἷον αὐλῶνα, διʼ οὐ μεριεῖται τὸ πνεὺμα κατὰ τὰς ἀρτηρίας είς τὰς σύριγγας, διμερὴς ὤν· καὶ κάλλιστʼ ἄν οὕτως ἀποτελοῖ τὴν ἀναπνοὴν καὶ ἐκπνοήν. τοῦ δʼ ὀργάνου τού περὶ τὴν ἀναπνοὴν ἐξ ἀνάγκης ἔχοντος μῆκος, ἀναγκαῖον
τὸν οίσοφάγον εἶναι μεταξὺ τού στόματος καὶ τῆς κοιλίας. ἔστι δʼ ὁ μὲν οἰσοφάγος σαρκώδης, ἔχων νευρώδη τάσιν, νευρώδης μιέν, ὅπως ἔχῃ διάτασιν εἰσιούσης τῆς τροφῆς, σαρκύόδηςς δέ, ὅπως μαλακὸς ᾖ καὶ ἐνδιδ καὶ μὴ βλάπτηται τραχυνόμενος ὑπὸ
τῶν κατιόντων.
πνιγμοὺς καὶ πόνους καὶ βῆχας χαλεπὰς ἐμποιεῖ. ὅ δὴ καὶ θαυμάσειεν ἄν τις τῶν λεγόντων ὡς ταύτῃ τὸ ποτὸν δέχεται τὸ ζῷον· συμβαίνει γὰρ φανερῶς τὰ λεχθέντα πᾶσιν, οἷς ἂν παραρρυῇ τι τῆς τροφῆς.
ποτὸν εἰσδέχεται τὰ ζῷα. πόρος γὰρ οὐδείς ἐστιν είς τὴν κοιλίαν ἀπὸ τού πλεύμονος, ὥσπερ ἐκ τοῦ στόμιατος δρήμεν τὸν οἰσοφάγον. ἔτι δʼ ἐν τοῖς ἐμέτοις καὶ ναυτίαις οὐκ ἄδηλον πόθεν τὸ ὑγρὸν φαίνεται πορευὸμενον.
κύστιν συλλέγεται τὸ ὑγρόν, ἀλλʼ είς τὴν κοιλίαν πρὸτερον· τὰ γὰρ τῆς κοιλίας περιττματα φαίνεται χροματίζειν ἡ ἰλὺς τοῦ μέλανος οἴνου· συμβέβηκε δὲ τούτο πολλάκις φανερὸν καὶ ἐπὶ τῶν είς τὴν κοιλίαν τραυμάτων. ἀλλὰ γὰρ ἴσως εὔηθες τὸ τοὺς εὐήθεις τῶν λόγων λίαν ἐξετάζειν.
διακεῖσθαι, καθάπερ εἶπομεν, ἐν τῷ πρόσθεν ὑπὸ τῆς τροφῆς ἐνοχλεῖται· ἀλλʼ ἡ φύσις πρὸς τοὺτο μεμηχάνηται τὴν ἐπιγλωσσίὅα. ταύτην δʼ οὐκ ἔχουσιν ἅπαντα τὰ ζῳοτοκοῦντα, ἀλλʼ ὅσα πλεύμονα ἔχει καὶ τὸ δέρμα τριχωτόν, καὶ μὴ φολιἄωτὰ μιηδὲ πτερωτὰ
πέφυκεν. τούτοις δʼ ἀντὶ τῆς ἐπιγλωττίδος συνάγεται καὶ διοίγεται ὁ φάρυγξ, ὅνπερ τρόπον ἐκείνοις ἐπιβάλλει τε καὶ ἀναπτύσσεται τοῦ πνεύμμιατος τῇ εἰσόδῳ τε καὶ ἐξόδῳ ἀναπτυσσόμενος, τῆς δὲ τροφῆς εἰσιούσης ἐπιπτυσσόμενος, ἵνα μηθὲν παραρρυῇ
παρὰ τὴν ἀρτηρίαν. ἐἀν δέ τι πλημμεληθῇ παρὰ τὴν τοιαύτην κίνησιν καὶ προσφερομένης τῆς τροφῆς ἀναπνεύσῃ τις, βῆχας καὶ πνιγμοὺς ποιεῖ, καθαέπερ εἴρηται.
τὴν μὲν ὀλιγάκις ὑπὸ τοὺς ὀδόντας πέπτειν, εἰς δὲ τὴν ἀρτηρίαν σπάυιόν τι παραρρεῖν.
ἄν ἡ συναγωγὴ τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος, ἣν ἔχουσι τὰ τριχωτα. διʼ ἣν μὲν οὗν αἰτίαν τὰ μὲν ἔχει τῶν ζῴων τὰ δʼ οὐκ ἔχει, ταῦτʼ εἰρήσθω, καὶ διότι τῆς ἀρτηρίας τὴν φαυλότητα τῆς θέσεωος ίάτρευκεν ἡ φύσις, μηχανησαμένη τὴν καλουμένην ἐπιγλωττίδα.
οἰσοφάγου ἐξ ἀνάγκης. ἡ μὲν γὰρ καρδία ἐν τοῖς ἔμπροσθεν καὶ ἐν μέσῳ κεῖται, ἐν ᾖ τὴν ἀρχήν φαμεν τῆς ζωῆς καὶ πάσης κινήσεής τε καὶ αἰσθήσεως (ἐπὶ τὸ καλούμενον γὰρ ἔμπροσθεν ἡ αἴσθησις καὶ ἡ κίνησις· αὐτῷ γὰρ τῷ λόγῳ τούτῳ διύὸρισται τὸ ἔμπροσθεν καὶ ὄπισθεν), ὸ δὲ πλεύμων κεῖται οὐ ἡ καρδία
καὶ περὶ ταύτην, ὴ δʼ ἀναπνοὴ διά τε τούτον καὶ διὰ τὴν ἀρχὴν τὴν ἐν τῇ καρδία ἐνυπάρχουσαν. ἡ δʼ ἀναπνοὴ γίνεται τοῖς ζῴοις διὰ τὴς ἀρτηρίας· ὥστ ἐπεὶ τὴν καρδίαν ἐν τοῖς ἔμπροσθεν πρώτην ἀναγκαῖον κεῖσθαι, καὶ τὸν φάρυγγα καὶ τὴν ἀρτηρίαν πρὸτερον ἀναγκαῖον
κεῖσθαι τού οἰσοφάγου· τὰ μὲν γὰρ πρὸς τὸν πλεύμονα τείνει καὶ τὴν καρδίαν, ὁ δʼ εἰς τὴν κοιλίαν.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.