δέχονται τὴν τροφὴν καὶ ᾖ τὸ περίττωμα ἀφήσουσιν· οὔτε γὰρ εἶναι οὔτε αὐξάνεσθαι ἐνδέχεται ἄνευ τροφῆς. τὰ μὲν οὖν φυτά (καὶ γὰρ ταῦτα ζῆν φαμέν) τοῦ μὲν ἀχρήστου περιττήματος οὐκ ἔχει τόπον· ἐκ τῆς γῆς γὰρ λαμβάνει πεπεμμένην τὴν τροφὴν, ἀντὶ
δὲ τούτου προῖεται τὰ σπέρματα καὶ τοὺς καρπούς. τρίτον δὲ μέρος ἐν πάσίν ἐστι τὸ τούτων μέσον, ἐν
ἑτέρων μμἀλλον, καὶ πολυχουστέραν, ὅσων μμιὴ μόνον τοῦ ζῆν ἀλλὰ καὶ τού εὺ ζῆν ἡ φύσις μετείληφεν.
μορφήν, περὶ τούτου λεκτέον πρῶτον. εὐθὺς γὰρ καὶ τὰ φύσει μὸρια κατὰ φύσιν ἔχει τούτῳ μὸνῳ, καὶ τὸ τούτου ἄνω πρὸς τὸ τού ὅλου ἔχει ἄνω· μόνον γὰρ ὀρθόν ἐστι τῶν ζῴων ἅνθρωπος.
εἰρημένων ἀναγκαῖον συμβέβηκεν. οὐ γὰρ ὤσπερ τινὲς λέγουσιν, ὅτι εἰ σαρκώδης ἦν, μακροβιώτερον ἂν ἦν τὸ γένος· ἀλλʼ εὐαισθησίας ἕνεκεν ἄσαρκον εἶναί φασιν· αἰσθάνεσθαι μὲν γὰρ τῷ ἐγκεφάλῳ, τὴν δʼ αῖσθησιν οὐ προσίεσθαι τὰ μόρια τὰ σαρκὸδη λίαν.
μὲν ὁ τόπος ον ὁ περὶ τὸν ἐγκέφαλον τοὐναντίον ἄν ἀπειργάζετο οὐ νεκα ὑπάρχει τοῖς ζῴοις ὁ ἐγκέφαλος (οὐ γὰρ ἂν ἐδύνατο καταψύχειν ἀλεαίνων αὐτὸς λίαν), τῶν τʼ αἰσθήσεων οὐκ αἴτιος οὐδεμιἀς, ὅς γε ἀναίσθητος καὶ αὐτός ἐστιν ὧσπερ ὁτιοῦν τῶν περιττωμάτων. ἀλλʼ οὐχ εὺρίσκοντες διἀ
τίνα αἰτίαν ἔνιαι τΘν αἰσθήσεων ἐν τῇ κεφαλῇ τοῖς ζῴοις εἰσί, τοῦτο δ ʼ ὁρῶντες ἰδιαίτερον ὄν τῶν ἄλλων μορίων, ἐκ συλλογισμοῦ πρὸς ἄλληλα συνδυάζουσιν.
περὶ αἰσθήσεωςςʼ καὶ διότι αἱ μὲν δύο φανερῶς ἠρτημέναι πρὸς τὴν καρδίαν εἰσίν, ἢ τε τῶν ἀπτῶν καὶ ἡ τῶν χυμῶν, τῶν δὲ τριῶν ἡ μὲν τῆς ὀσφρήσεως μέση, ἀκοὴ δὲ καὶ ὄψις μάλιστʼ ἐν τῇ κεφαλῇ διὰ τὴν τῶν αἰσθητηρίων φύσιν εἰσί, καὶ τούτων ἡ ὄψις πᾶσιν, ἐπεὶ ἦ γʼ ἀκοὴ καὶ ἡ ὄσφρησις ἐπὶ τῶν ἐχθύων
καὶ τάν τοιούτων ποιεῖ τὸ λεγόμενον φανερόν· ἀκούουσι μὲν γὰρ καὶ ὁσφραίνονταε, αἰσθητήριον δʼ οὐδὲν ἔχουσι φανερὸν ἐν τῇ κεφαλῇ τούτων τῶν αἰσθητῶν. ῶν. ἡ δʼ ὄψις πἀσι τοῖς ἔχουσιν εὐλόγως ἐστὶ περὶ τὸν ἐγκέφαλον· ὁ μὲν γὰρ ὑγρὸς καὶ ψυχρός, ἡ δʼ. 2 ὕδωρ τὴν φύσιν ἐστίν· τούτο γὰρ τῶν διαφανῶν εὐφυλακτότατόν ἐστιν.
γὰρ ἡ τῆς ἐν τῷ αἵματι θερμότητος κίνησις τὴν αἰσθητικὴν ἐνέργειαν· διὰ ταύτας τὰς αἰτίας ἐν τὴ κεφαλ ῇ τούτων τὰ αἰσθητήριά ἐστιν. οὐ μόνον δʼ ἐστὶ τὸ ἔμπροσθεν ἄσαρκον, ἀλλὰ τὸ ὄπισθεν της κεφαλῆς, διὰ τὸ πᾶσι τοῖς ἕχουσιν αὐτὴν ὀρθότατον δεῖν εἶναι τούτο τὸ μόριον· οὐδὲν γὰρ ὀρθοῦσθαι δύναται
φορτίον ἔχον, ἢν δʼ ἂν τοιοὺτον, εί σεσαρκωμένην εἶχε τὴν κεφαλήν. ᾖ καὶ δῆλον ὅτι οὐ τῆς τού ἐγκεφάλου αἰσθήσεως χάριν ἄσαρκος ἡ κεφαλή ἐστιν· τὸ γὰρ ὄπισθεν οὐκ ἔχει ἐγκέφαλον, ἄσαρκον δʼ ὁμοίως.
καλούμενον ἀέρος πλῆρές ἐστι, τὸ δὲ τὴς ἀκοῆς αίσθητήριον ἀέρος εἶναί φαμεν. ἐκ μὲν σὖν τῶν ὀφύθαλμῶν οἱ πόροι φέρουσιν εἰς τἀς περὶ τὸν ἐγκέφαλον φλέβας· πάλιν δʼ ἐκ τῶν ὤτων ὡσαύτως πόρος εἰς τούπισθεν συνάπτει. ἕστι δʼ οὔνʼ ἄναιμον οὐδὲν αίσθητικὸν οὔτε τὸ αἷμα , ἀλλὰ τῶν ἐκ τούτου τι.
διόπερ οὐδὲν ἐν τοῖς ἐναίμοις ἅναιαον αίσθητικόν, οὐδʼ αὐτὸ τὸ αἷμα· οὐδὲν γὰρ τῶν ζῷων μόριον.
διὰ τῶν ἐναίμων γίνεσθαι μορίων, φλεβῶν δʼ εἶναι κενὸν τὸ ὄπισθεν κύτος. τέτακται δὲ τὸν τρόπον τοῦτον τὰ αὐσθητήρια τῇ φύσει καλῶς, τὰ μὲν τῆς ἀκοῆς ἐπὶ μέσης τῆς περιφερείας (ἀκούει, γὰρ οὐ μόνον κατʼ εὐθυωρίαν ἀλλὰ πάντοθεν), ἡ δʼ
ὄψις εἰς τὸ ἔμπροσθεν (ὁρᾷ γὰρ κατʼ εὐθυωρίαν, ἡ δὲ κίνησις εἰς τὸ ἔμπροσθεν, προορᾶν δὲ δεῖ ἐφʼ ὃ ἡ κίνησις). ἡ δὲ τῆς ὀσφρήσεως μεταξὺ τῶν ὀμμάτων εὐλόγως. διπλοῦν μὲν γάρ ἐστιν ἕκαστον τῶν αἰσθητηρίων διὰ τὸ διπλοῦν εἶναι τὸ σῶμα, τὸ μὲν δεξιὸν τὸ δʼ ἀριστερόν.
ἄδηλον· τούτου δʼ αἴτιον ὅτι οὐκ ἔστι τὸ πρῶτον αἰσθητήριον ἡ σάρξ καὶ τὸ τοιοῦτον μὸριον, ἀλλʼ ἐντός. ἐπὶ δὲ τῆς γλώττης ἠττον μέν, μᾶλλον δʼ ἢ ἐπὶ 3 τῆς ἁψῆς· ἔστι γὰρ οἷον ἁρή τις καὶ αὕτη ἡ αἴσθησις. ὅμως δὲ δῆλον καὶ ἐπὶ ταύτης· φαίνεται γὰρ ἐσχισμένη. ἐπὶ δὲ τῶν ἄλλων αἰσθητηρίων φανερωτέρως ἐστὶν ἡ αἴσθησις διμερής· ὦτά τε γὰρ δύο καὶ ὄμματα καὶ ἡ τῶν μυκτήρων δύναμις διφυής
ἐστιν.
συνήγαγεν ἡ φύσις τοὺς μυκτὴρας, οἷον ἐπὶ στάθμην θεῖσα μίαν ἐπὶ τὴν τῆς ἀνατνοῆς κίνησιν. καλῶς δὲ καὶ τοῖς ἄλλοις ἔχει ταῦτα τὰ αἰσθητήρια ζῴοις πρὸς τὴν ἰδίαν φύσιν ἑκάστῳ.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.