καὶ οὐ τῶν καθʼ ἕκαστον; τῶν δὲ διαφορῶν αἱ μὲν καθόλου εἰσὶ καὶ ἔχουσιν εἴθη, οἷον πτερότης· τὸ μὲν γὰρ ἄσχιστον τὸ δʼ ἐσχισμένον ἐστὶ πτερόν. καὶ ποδότης ὡσαύτως ἡ μὲν πολυσχιδὴς, ἡ δὲ δισχιδής, οἷον τὰ διχαλά, ἡ δʼ ἀσχιδὴς καὶ ἀδιαίρετες, οἷον τὰ μώνυχα.
δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἄναιμα. ἀναγκαῖον γὰρ τῶν καθʼ ἕκαστον ὑπάρχειν τινὶ τῶν διαφορῶν 1 ἑκάστην, ὥστε καὶ τὴν ἀντικειμένην.
τῆς οὐσίας τὸ αἷμα θετέον. εἰ δʼ οὕτως ἐστίν, ἡ μία διαφορὰ δυσὶν ὑπάρξει. εἰ δὲ τοῦτο, δῆλον ὅτι ἀδύνατον στέρησιν εἶναι διαφοράν. ἔσονται δʼ αἱ διαφοραὶ ἴσαι τοῖς ἀτόμοις ζῴοις, εἴπερ ἄτομά τε ταύτα καὶ αἱ διαφοραὶ ἄτομοι, κοινὴ δὲ μὴ ἐστιν. εἰ δʼ ἐνδέχεται μὴ ὑπάρχειν καὶ κοινήν, ἄτομον δέ,
δῆλον ὅτι κατά γε τὴν κοινὴν ἐν τῷ αὐτῷ ἐστίν, ἕτερα ὄντα τῷ εἴδει ζῷα. ὥστʼ ἀναγκαῖον, εἰ ἴδιοι αἱ διαφοραὶ εἰς ἃς ἅπαντα ἐμπίπτει τὰ ἄτομα, μηδεμίαν αὐτῶν εἶναι κοινὴν. εἰ δὲ μή, ἕτερα ὄντα εἰς τὴν αὐτὴν βαδιεῖται.
διῃρημένων, οὔτʼ εἰς τὴν αὐτὴν ἕτερα, καὶ ἅπαντα εἰς ταὐτάς. φανερὸν τοίνυν ὅτι οὐκ ἔστι λαβεῖν τὰ ἄτομα εἴδη ὡς διαιροῦνται οἱ εἰς δύο διαιροῦντες τὰ ζῷα ἢ καὶ ἄλλο ὁτιοῦν γένος. καὶ γὰρ κατ’ ἐκείνους ἀναγκαῖον ἴσας τὰς ἐσχάτας εἶναι διαφορὰς τοῖς
ζῴοις πάσι τοῖς ἀτόμοις τῷ εἴδει. ὄντος γὰρ τοῦδέ τινος γένους, οὗ διαφοραὶ πράται τὰ λευκά, τούτων δʼ ἑκατέρου ἄλλαι, καὶ οὕτως εἰς τὸ πρόσω ἕως τῶν ἀτόμων, αἱ τελευταῖαι τέτταρες ἔσονται ἄλλο τι πλῆθος τῶν ἀφʼ ἑνὸς διπλασιαζομένων· τοσαῦτα δὲ καὶ τὰ εἴδη.
ὕλη· οὐ γὰρ πάντως ἔχον σῶμα ἔσται ζῷον, οὐδὲ τῶν μορίων οὐδέν, ὥσπερ πολλάκις εἴρηται. ἔτι διαιρεῖν χρὴ τοῖς ἐν τῇ οὐσίᾳ καὶ μὴ τοῖς συμβεβηκόσι καθʼ αὐτό, οἷον εἴ τις τὰ σχήματα διαιροίη, ὅτι τὰ μὲν δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, τὰ δὲ πλείοσιν·
θαῖς ἴσας ἔχειν τὰς γωνίας. ἔτι τοῖς ἀντικειμένοις διαιρεῖν. διάφορα γὰρ ἀλλήλοις τἀντικείμενα, οἷον λευκότης καὶ μελανία καὶ εὐθύτης καὶ καμπυλότης. ἐὰν οὖν θάτερα διάφορα ᾖ, τῷ ἀντικειμένῳ διαιρετέον καὶ μὴ τὸ μὲν νεύσει τὸ δὲ χρώματι. πρὸς δὲ
τούτοις τά γʼ ἔμψυχα τοῖς κοινοῖς ἔργοις τού σήματος καὶ τῆς ψυχῆς, οἷον καὶ ἐν ταῖς ῥηθείσαις νν πορευτικὰ καὶ πτηνά· ἔστι γάρ τινα γένη οἷς ἄμεφω 2 ὑπάρχει καὶ ἔστι πτηνὰ καὶ ἄπτερα, καθάπερ τὸ τῶν μυρμήκων γένος. καὶ τῷ ἀγρίῳ καὶ τῷ ἡμέρῳ διαιρεῖσθαι· ὡσαύτως γὰρ ἂν δόξειε ταὐτὰ εἴδη διαιρεῖν πάντα γὰρ ὡς εἰπεῖν, ὅσα ἥμερα, καὶ ἄγρια τυγχάνει
ὄντα, οἷον ἄνθρωποι, ἵκποι, βόες, κύνες ἐν τῇ Ἰνδικῇ, ὕες, αἶγες, πρόβατα· ὧν ἕκαστον, εἰ μὲν ὁμώνυμον, οὐ διῄρηται χωρίς, εἰ δὲ ταῦτα ἓν εἴδει, οὐχ οἷόν τʼ εἶναι διαφορὰν τὸ ἄγριον καὶ τὸ ἥμερον.
κατὰ γένη τὰ ζῷα, ὡς ὑφήγηνθʼ οἱ πολλοὶ διορίσαντες ὄρνιθος γένος καὶ ἐχθύος. τούτων δʼ ἕκαστον πολλαῖς ὥκισται διαφσραῖς, οὐ κατὰ τὴν διχοτομίαν. οὕτω μὲν γὰρ ἤτοι τὸ παράπαν οὐκ ἔστι λαβεῖν (τὸ αὐτὸ γὰρ εἰς πλείους ἐμπίπτει διαιρέσεις καὶ τὰ ἐναντία εἰς τὴν αὑτήν), ἢ μία μόνον διαφορὰ
ἔσται, καὶ αὕτη ἤτοι ἁπλῆ, ἢ ἐκ συμπλοκῆς τὸ τελευταῖον ἔσται εἶδος.
ἄπτερον τὸ δὲ πτερωτόν, πτερωτοῦ δὲ τὸ μὲν ἥμερον τὸ δ᾿ ἄγριον, ἢ τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· οὐ γὰρ διαφορὰ τοῦ πτερωτοῦ τὸ ἥμερον οὐδὲ τὸ λευκόν, ἀλλʼ ἑτέρας ἀρχὴ διαφορᾶς· ἐκεῖ δὲ κατὰ συμβεβηκός. διὸ πολλαῖς τὸ ἓν εὐθέως διαιρετέον, ὡσπερ λέγομεν.
καὶ γὰρ οὕτω μὲν αἱ στερήσεις ποιήσουσι δια φοράν, ἐν δὲ τῇ διχοτομία οὐ ποιήσουσιν.
θʼ ἁπλά λαμβάνῃ ἐάν τε συμπεπλεγμένα. λέγω δὲ ἁπλᾶ μέν, ἐάν τʼ ἔχῃ διαφοράν, ἐάν τε μὴ ἔχῃ, οἷον τὸ πολυσχιδὲς πρὸς τὸ σχιζόπουν, συμπεπλεγμένα δέ, οἷον τὴν σχιζοποδίαν. τοῦτο γὰρ ἡ συνέχεια βούλεται τῶν ἀπὸ τοῦ γένους κατὰ τὴν διαίρεσιν διαφορῶν ὡς
ἕν τι τὸ πᾶν ὄν. ἀλλὰ παρὰ τὴν λέξινσυμβαίνει δοκεῖν τὴν τελευταίαν μόνην εἶναι διαφοράν, σἷον τὸ πολυσχιδὲς ἢ τὸ δίπουν, τὸ δʼ ὑπόπουν καὶ πολύπουν 3 περίεργα.
σύμπλεξις, ἐὰν διαιρῆται ἅνθρωπον, οἷον εἴ τις συνθείη ὑπόπουν, δίπουν, σχιζόπουν. εἰ δʼ ἦν ὁ ἄνθρωπος σχιζόπουν μόνον, οὕτως ἐγίνετʼ ἂν αὕτη μία διαφορά. νῦν δʼ ἐπειδὴ οὐκ ἔστιν, ἀνάγκη πολλὰς εἶναι μὴ ὑπὸ μίαν διαίρεσιν. ἀλλὰ μὴν πλείους γε τοῦ αὐτοῦ οὐκ ἔστιν ὑπὸ μίαν διχοτομίαν εἶναι, ἀλλὰ μίαν κατὰ μίαν τελευτᾶν. ὥστε ἀδύνατον ὁτιοῦν λαβεῖν
τῶν καθʼ ἕκαστον ζῴων δίχα διαιρουμένους.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.