ὑπάρχει τοῖς ἐναίμοις, φανερὸν ἐστιν ἐπισκοποῦσιν. ἐπεὶ γὰρ ἀναγκαῖον τὰ ζῷα τροφὴν λαμβάνειν θύραθεν, καὶ πάλιν ἐκ ταύτης γίνεσθαι τὴν ἐσχάτην τροφὴν, ἐξ ἧς ἤδη διαδίδοται εἰς τὰ μόρια (τοῦτο δὲ τοῖς μὲν ἀναίμοις ἀνώνυμον, τοῖς δʼ ἐναίμοις αἷμα καλεῖται), δεῖ τι εἶναι διʼ οὗ εἰς τὰς φλέβας ἐκ τῆς
κοιλίας οἷον διὰ ῥιζῶν πορεύσεται ἡ τροφή.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.