1.
editio posterior (cod. Y). Διὰ δὲ τὸ κεκλῆσθαι τὸ μεταξύ τῆς κεφαλῆς 1 καὶ ὤμων μόριον αὐχένα, ὁ ὄφις τῶν τοιούτων
ἥκιστα δόξειεν ἂν ἔχειν ἀλλἂ τὸ ἀνάλογον τῷ αὐχένι, εἴ γε τοῖς εἰρημένοις ἐσχάτοις δεῖ τοῦτο διορίζειν
1
τὸ μόριον. ἴδιον δὲ ὑπάρχει τοῖς ὄφεσι πρὸς 2 τὰ συγγενῆ τῶν ζῴων τὸ στρέφειν τὴν κεφαλὴν εἰς τὰ ὄπισθεν τοῦ λοιποῦ σώματος ἠρεμοῦντος. αἴτιον 3 δʼ ὅτι καθάπερ τὰ ἔντομα ἑλικτόν ἐστιν, ὥστε εὐκάμπτους ἔχειν καὶ χονδρώδεις τοὺς σπονδύλους. ἐξ 4
6.
ἀνάγκης μὲν οὖν διὰ ταύτην τὴν αἰτίαν τοῦτο συμβέβηκεν
αὐτοῖς, τοῦ δὲ βελτίονος ἕνεκεν πρὸς φυλακὴν τῶν ὄπισθεν βλαπτόντων· ἄπουν γὰρ ὂν καὶ μακρὸν ἀφυές ἐστι πρὸς τὴν στροφήν καὶ τὴν τήρησιν τῶν ὄπισθεν· οὐδὲν γὰρ ὄφελος αἴρειν μέν, στρέφειν δὲ μὴ δύνασθαι τὴν κεφαλήν. ἔχει δὲ ταῦτα 5 τὰ ζῷα καὶ τῷ στήθει ἀνάλογον μόριον. μαστοὺς
δʼ οὐκ ἔχουσιν οὔτʼ ἐνταῦθα οὔτʼ ἐν τῷ ἄλλῳ σώματι, ὁμοίως δʼ οὔτʼ ὄρνις οὔτʼ ἰχθὺς οὐδείς. αἴτιον 6 δὲ τὸ μηδὲ γάλα τούτων ἔχειν μηδέν ὁ δὲ μαστὸς ὑποδοχὴ γάλακτός ἐστι καὶ οἷον ἀγγεῖον. γάλα δʼ οὐκ ἔχει οὔτε ταῦτα οὔτʼ ἄλλο οὐδὲν τῶν μὴ ζῳοτοκούντων ἐν αὑτοῖς, διότι ᾠοτοκοῦσιν, ἐν δὲ τῷ ᾠῷ
ἡ τροφὴ ἐγγίνεται γαλακτώδης ὑπάρχουσα. σαφέστερον 7 δὲ περὶ αὐτῶν λεχθήσεται ἐν τοῖς περὶ γενέσεως. περὶ δὲ τῆς τῶν καμπύλων κάμψεως ἐν τοῖς περὶ πορείας πρόσθεν ἐπέσκεπται κοινῇ περὶ πάντων. ἔχουσι δὲ καὶ κέρκον, τὰ μὲν μείζω τὰ δʼ ἐλάττω, 8
ὑπὲρ οὐ τὴν αἰτίαν καθόλου πρότερον εἰρήκαμεν. ὁ δὲ χαμαιλέων τῶν ᾠοτόκων καὶ πεζῶν ὀλιγοσαρκότατός 9 ἐστιν, διὰ τὸ ὀλιγαιμότατος εἶναι. τούτου δʼ αἴτιον τὸ ἦθος τοῦ ζῴου τὸ τῆς ψυχῆς· πολύμορφον γὰρ γίνεται διὰ τὸν φόβον, ὁ δὲ φόβος κατάψυξις διʼ ὀλιγαιμότητά ἐστι καὶ ἔνδειαν θερμότητος. περὶ μὲν οὖν 10
6
τῶν ἐναίμων ζῴων ἀπόδων τε καὶ τετραπόδων, ὅσα μόρια τὰ ἐκτὸς ἔχει καὶ διὰ τίνας αἰτίας, εἴρηται σχεδόν.