πλῆρες αἵματος ὡς τῶν φλεβῶν ἐντεῦθεν ἠργμένων, 1 κοῖλον μὲν πρὸς τὴν ὑποδοχὴν τοὺ αἵματος, πυκνὸν δὲ πρὸς τὸ φυλάσσειν τὴν ἀρχὴν τῆς θερμότητος. ἐν ταύτῃ γὰρ μὸνῃ τῶν σπλάγχνων καὶ τὸῦ σύματος αἷμα ἅνευ φλεβῶν ἐστί, τν δʼ ἄλλων μορίων ἕκαστον ἐν ταῖς φλεψὶν ἔχει τὸ αἷμα. καὶ τοῦτʼ εὺλόγως·
ἐκ τῆς καρδίας γὰρ ἐποχετεύεται καὶ είς τὰς φλέβας, εἰς δὲ τὴν καρδίαν οὐκ ἄλλοθεν· αὕτη γάρ ἐστιν ἀρχὴ καὶ πηγὴ τοῦ αἵματος ἢ ὑκοδοχὴ πρώτη.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.