δὲ διαφοραὶ τῆς κραδίας κατὰ μέγεθός τε καὶ μικρότητα καὶ σκληρὸτητα τε καὶ μαλακότητα τείνουσί πῃ καὶ πρὸς τὰ ἤθη. τὰ μὲν γὰρ ἀναίσθητα σκληρὰν ἔχει τὴν καρδίαν καὶ πυκνήν, τὰ δʼ αἰσθητικὰ μαλακωτέραν·
καὶ τὰ μὲν μεγάλας ἔχοντα τὰς καρδίας δειλά, τὰ δʼ ἐλάσσους καὶ μέσας θαρραλεωὸτερα. τὸ γὰρ συμβαῖνον πάθος ὑπὸ τού φοβεῖσθαι προ῾ϋάρχει τούτοις διὰ τὸ μὴ ἀνάλογον ἔχειν τὸ θερμὸν τῇ καρδίᾳ, μικρὸν δʼ ὄν ἐν μεγάλοις ἀμαυροῦσθαι, καὶ τὸ
αἷμα ψυχρὸτερον εἶναι. μεγάλας δὲ τὰς καρδίας ἔχουσι λαγώς, ἔλαφος, μές, ὕαινα, ὄνος, πάρδαλις, γαλὴ, καὶ τἆλλα σχεδὸν πάνθʼ ὅσα φανερῶς δειλἀ ἤ διὰ φόβον κακούργα.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.