φλέβας δύο εἶναι, τήν τε μεγάλην καλουμένην καὶ τὴν ἀορτὴυ. ἑκατέρας γὰρ οὕσης ἀρχῆς τῶν φλεβῶν, καὶ διαφορὰς ἐχουσῶν, περὶ ὧν ὕστερον ἐρονμεν, βέλτιον καὶ τὰς ἀρχὰς αὐτῶν κεχωρίσθαι· τοτο δʼ ἄν εἴη διφυοῦς ὄντος τοῦ αἵματος καὶ κεχωριόμένου.
διόπερ ἐν οἷς ἐνδέχεται, δύʼ εἰσὶν ὑποδοχαί. ἐνδέχεται δʼ ἐν τοῖς μεγάλοιςʼ τούτων γὰρ ἔχουσι καὶ αἱ καρδίαι μέγεθος.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.