καὶ πρὸς τὰς ἄλλας κινήσεις τοῦ σώματος ἀνεμπὸδιστα πέφυκεν οὕτω μιάλιστα- ἔστι δὲ τὰ κέρατα διʼ ὅλου στερεὰ τοῖς ἐλάφοις μόνοις, καὶ ἀποβάλλει μόνον, ἕνεκεν μὲν ὠφελείας κουφιζόμενον, ἐξ ἀνάγκης δὲ διὰ τὸ βάρος. τῶν δʼ ἄλλων τὰ κέρατα μέχρι τινὸς
κοῖλα , τὰ δʼ ἄκρα στερεὰ διὰ τὸ πρὸς τὰς πληγἀς τοῦτʼ εἶναι χρήσιμον. ὅπως δὲ μηδὲ τὸ κοῖλον ἀσθενὲς ᾖ, οὐ πέφυκεν ἐκ τοῦ δέρματος, ἐν τούτῳ δʼ ἐνἡρμοσται στερεὸν ἐκ τῶν ὀστῶν· οὕτω γὰρ καὶ τὰ κέρατα ἔχοντα πρὸς ἀλκήν τε χρησιμύτατʼ εἶναι καὶ πρὸς τὸν ἄλλον βίον ἀνοχλὸτατα.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.