στόματος ἀποδίδωσι λειτουργίαν (ἀνόδοντα γάρ) καὶ οὔθʼ ᾧ διαιρήσει οὔθʼ ᾧ λεανεῖ τὴν τροφὴν ἔχουσι, διὰ τοῦτο τὰ μὲν πρὸ τῆς κοιλίας ἔχουσι τὸν καλούμενον πρόλοβον ἀντὶ τῆς τοῦ στόματος ἐργασίας, οἱ δὲ τὸν οἰσοφάγον πλατύν, ἢ πρὸ τῆς κοιλίας αὐτοῦ μέρος τι ὀγκῶδες ἐν ᾧ προθησαυρίζουσι τὴν ἀκατέργαστον
τροφήν, ἤ τῆς κοιλίας αὐτῆς τι ἐπανεστηκὸς, οἱ δʼ αὐτὴν τὴν κοιλίαν ἰσχυρὰν καὶ σαρκώδη πρὸς τὸ δύνασθαι πολὺν χρόνον θησαυρίζειν καὶ πέττειν ἀλείαντον οὖσαν τὴν τροφὴν· τῇ δυνάμει γὰρ καὶ τῇ θερμότητι τῆς κοιλίας ἡ φύσις ἀναλαμβάνει τὴν τοῦ στύματος ἔνδειαν.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.