ἐστι συστομώτερα, τὰ δὲ μεγαλὸστομα. ὅσα μὲν γὰρ τροφῆς καὶ ἀναπνοῆς καὶ λόγου χάριν, συστομώτερα, τῶν δὲ βοηθείας χάριν τὰ μὲν καρχαρὸδοντα πάντα ἀνερρωγότα. οὕσης γὰρ αὐτοῖς τὴς ἀλκῆς ἐν τοῖς δήγμασι χρήσιμον τὸ μεγάλην εἶναι τὴν ἀνάπτυξιν
τού στὸματος· πλείοσι γὰρ καὶ κατὰ μεῖξον δήξεται, ὅσονπερ ἄν ἐπὶ τὸ πλέον ἀνερρώγῃ τὸ στόμα. ἔχουσι δὲ καὶ τῶν ἰχθύων οἱ δηκτικοὶ καὶ σαρκοφάγοι τοιοῦτον στόμα, οἱ δὲ gὴ σαρκοφάγοι μύουρον · τοιοὺτον γὰρ αὐτοῖς χρήσιμον, ἐκεῖνο δὲ ἂχρηστον.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.