ἕτερον ὄν γένος τούτων. τὰ δʼ ἕντομα τῶν ζῷόων καὶ τὰ μαλάκια τούτοις τ’ ἐναντίως καὶ αὐτοῖς ἀντικειμένως συνέστηκεν· οὐδὲν γὰρ ὀστῶδες ἔχειν ἔοικεν οὐδὲ γεηρὸν ἀποκεκριμένον, ὅ τι καὶ ἄξιον εἰπεῖν, ἀλλὰ τὰ μὲν μαλάέκια σχεδὸν ὅλα σαρκώδη καὶ μαλακά, πρὸς δὲ τὸ μὴ εὔφθαρτον εἶναι τὸ σῶμα αὐτῶν,
καθάπερ τὰ σαρκώδη, μεταξὺ σαρκὸς καὶ νεύρου τὴν φύσπιν ἔχει. μαλακὸν μὲν γὰρ ὧσπερ σάρξ ἐστιν, ἔχει δὲ τάσιν ὧσπερ νεῦρον· τὴν δὲ σχίσιν ἔχει τῆς σαρκὸς οὐ κατʼ εὐθυωρίαν ἀλλὰ κατὰ κύκλους διαιρετήν· οὕτωος γὰρ ἄν ἔχον χρηιμώτατον ἂν εἴη πρὸς τὴν ἰσχύν.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.