ἄλλως δὲ τὸ μᾶλλον αἴσθησιν ἐμποιοῦν ἐν τῷ θιγγάνειν, καὶ τοῦτʼ, ἐὰν μετὰ λύπης. ἔστι δʼ ὅτε δοκεῖ τοῦτʼ εἶναι ψεῦδος· ἐνίοτε γὰρ ἡ ἕξις αἰτία τού ἀλγεῖν αἰσθανομένοις. ἔτι τὸ τηκτικώτερον τού τηκτοῦ καὶ τού καυστοῦ καυστικώτερον. ἔτι ἐὰν ᾖ τὸ μὲν πλέον τὸ δʼ ἔλαττον τὸ αὐτό, τὸ πλέον τού ἐλάττονος
θερμότερον. πρὸς δὲ τούτοις δυοῖν τὸ μὴ ταχέως ψυχόμενον ἀλλὰ βραδέως θερμότερον, καὶ τὸ θάττον θερμαινόμενον τοῦ θερμαινομένου βραδέως θερμότερον εἶναι τὴν φύσιν φαμέν, ὡς τὸ μὲν ἐναντίον, ὅτι πόρρω, τὸ δʼ ὅμοιον, ὅτι ἐγγύς.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.