βραγχίων, ὧν ἡ φύσις άκανθύδης ἐστίν. τοῖς δὲ κροκοδείλοις συμβάλλεταί τι πρὸς τὴν τού μορίου τούτου ἀναπηρίαν καὶ τὸ τὴν σιαγόνα τὴν κάτω ἀκίνητον ἔχειν. ἔστι μὶν γὰρ ἡ γλὧττα τῇ κάτω συμφυής, οἱ δʼ ἔχουσιν ὡσπερ ἀνάπαλιν τὴν ἄνω κάτω· τοῖς γὰρ ἁλίοις ἡ ἄνω ἀκίνητος. πρὸς μὲν οὖν τῇ ἄνω
οὐκ ἔχουσι τὴν γλύτταν, ὅτι ἐναντίως ἄν ἔχοι πρὸς τὴν τῆς τροφῆς εῖσοδον, πρὸς δὲ τῇ κάτω, ὅτι ὧσπερ μετακειμένη ἡ ἅνωσ ἐστίν. ἔτι δὲ καὶ συμβέβηκεν αὑτῷ πεζῷ ὄντι ζῆν ἐχθύων βίον, ὥστε καὶ διὰ τοῦτο ἀναγκαῖον ἀδιάρθρωτον αὐτὸν ἔχειν τοῦτο τὸ μὸριον.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.