τοῖς ἔχουσι τῶν ἐναίμων ὀδόντας. τοῖς γὰρ ὄρνισι, καθάπερ εἴπομεν, διὰ τὴν τροφὴν καὶ τὴν ἀλκὴν τὸ ῥύγχος ὀστῶδες ἐστίν· συνῆκται γὰρ είς ἓν ἀντʼ ὀδόντων καὶ χειλῶν, ὤσπερ ἄν εἴ τις ἀφελὼν ἀνθρώπου τὰ χείλη καὶ συμφύσας τοὺς ἅνωσθεν ὀδόντας
χωρὶς καὶ τούς κάτωθεν προαγάγοι μῆκος ποιήσας ἀμφοτέρωθεν εἰς στενὸν· εἴη γὰρ ἂν τοῦτο ἤδῃ ῥύγχος ὀρνιθῶδες.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.