ἐπεὶ γὰρ τοιόνδʼ ἐστὶν ἡ ὑγίεια ἢ ὁ ἅνθρωπος, ἀνάγκη τόδʼ εἶναι ἢ γενέσθαι, ἀλλʼ οὐκ ἐπεὶ τόδʼ ἐστὶν ἢ γέγονεν, ἐκεῖνο ἐξ ἀνάγκης ἐστὶν ἢ ἔσται. οὐδʼ ἔστιν εἰς ἀίδιον συναρτῆσαι τῆς τοιαύτης ἀποδείξεως τὴν ἀνάγκην, ὥστʼ εἰπεῖν, ἐπεὶ τόδʼ ἐστίν, ὅτι τόδʼ ἐστίν. διώρισται δὲ καὶ περὶ τούτων ἐν ἑτέροις,
καὶ ποίοις ὑπάρχει καὶ ποῖα ἀντιστρέφει καὶ διὰ τίνʼ αἰτίαν.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.