τὸ θερμὸν γὰρ ἀναγκαῖον ἐξιέναι καὶ πάλιν εἰσιέναι ἀντικροῦον, τὸν δʼ ἀέρα εἰσρεῖν. τοῦτο δʼ ἤδη ἀναγκαῖόν 1 ἐστιν. τού ἐντὸς δὲ θερμοῦ ἀντικόπτοντος ἐν τῇ ψύξει τού θύραθεν ἀέρος ἡ εἴσοδος καὶ ἡ ἔξοδσς ὁ μὲν οὖν τρόπος οὗτος ὁ τῆς μεθόδου, καὶ περὶ ὧν δεῖ λαβεῖν τὰς αἰτίας, ταύτα καὶ τοιαῦτά ἐστιν.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.