διωρισμένων ἐν τοῖς κατὰ φιλοσοφίαν. ἔστι δʼ ἔν γε τοῖς ἔχουσι γένεσιν ἡ τρίτη· λέγομεν γὰρ τὴν τρογὴν φὴν ἀναγκαῖόν τι κατ᾿ οὐδέτερον τούτων τῶν τρπων, ἀλλʼ ὅτι οὐχ οἷόν τʼ ἄνευ ταύτης εἶναι. τοῦτο δʼ ἐστὶν ὥσπερ ἐξ ὑπσθέσεως· ὥσπερ γὰρ ἐπεὶ δεῖ σχίζειν τῷ πελέκει, ἀνάγκη σκληρὸν εἶναι, εἰ δὲ σκληρόν
χαλκοῦν σιδηροῦν, οὕτω καὶ ἐπεὶ τὸ σῶμα ὄργανον (ἕνεκά τινος γὰρ ἕκαστον τῶν μορίων, ὁμοίως δὲ καὶ τὸ ὅλον), ἀνάγκη ἄρα τοιονδὶ εἶναι καὶ ἐκ τοιωνδί, εἰ ἐκεῖνο ἔσται.
De partibus animalium. Aristotle. ed. Bernhard Langkavel. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.