ὀργιλότητος καὶ ἀοργησίας. καὶ ὅλως δὲ δοκοῦσιν αἱ ἀρεταὶ μεσότητές τινες εἶναι. ὅτι δʼ εἰσὶ μεσότητες, καὶ οὕτως ἄν τις εἴπτοι· εἰ γάρ ἐστιν ἐν μεσότητι τὸ βέλτιστον, ἡ δʼ ἀρετή ἐστιν ἡ βελτίσπτη ἕξις, [βέλτιστον δʼ ἐπτὶ τὸ μέσον,] ἡ ἀρετὴ ἂν εἴη τὸ μέσον.
σκοποῦσιν. ἐπειδὴ γάρ ἐστιν ὀργίλος ὁ παντὶ καὶ πάντως καὶ ἐπὶ πλεῖον ὀργιζόμενος, καὶ ψεκτὸς δὲ ὁ τοιοῦτος (οὔτε γὰρ παντὶ δεῖ ὀργίζεσθαι οὔτʼ ἐπὶ πᾶσιν οὔτε πάντως καὶ ἀεί, οὔδʼ οὖ πάλιν οὕτως ἔχειν δεῖ, ὥστε μηθενὶ μηδέποτε·
ὑπερβολὴν ψεκτὸς καὶ ὁ κατὰ τὴν ἔλλειψιν· ὁ μέσος ἂν τούτων εἴη καὶ πρᾶος καὶ ἐπαινετός. οὔτε γὰρ ὁ ἐλλείπων τῇ ὀργῇ οὔτε ὁ ὑπερβάλλων ἐπαινετός, ἀλλʼ ὁ μέσως ἔχων πρὸς ταῦτα, οὗτος πρᾶος. καὶ ἡ πραότης δὲ τούτων τῶν παθῶν μεσότης ἂν εἴη.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.