τέμια, τὰ δʼ ἐπαινι??ά, τὰ δὲ δ??νάμες. τὸ δὲ τίμιον λέγα ?? τοοιῦτον, τὸ θεῖον, τὸ βέλτι??ν, οἷον ψυχή, νοῦς, τὸ ἀρχ??τ??ρον, ἡ ἀρχή, τὰ τοιωῦτα· τίμια γὰρ ἐφʼ οἷς ἡ τιμή, τοῖς δὲ τοιούτοις πᾶσιν τιμὴ ἀκολουθεῖ οὐκοᾶν καὶ ἡ ἀρευ άμιεν, ὅταν γε δὴ ἀπʼ αὐτῆς σπ??υδαῖός τις γένητεα· ἤδή γὰρ οὗτος εἰς
τ τῆς ὡρετῆς σχῆμα ἥκει.
μὲν δὴ εἰσύν (δοκιμάζεται γὰρ τ τοῦ σπουδαίου αὐτῶν 1 . 2 ἕκαστον χρήσει, οὐ τῇ τοῦ φαύλου)· τοῖς δʼ αὐτοῖς ταύτοις συμβέβηκεν ἀγαθοῖς καὶ τὴν τύχην τῆς γενέσεως αὐτῶν αἰτέαν εἶναι. ἀπὸ τύχης γὰρ καὶ πλοῦτος γίνεται καὶ ἀρχὴ
καὶ ὅλως ὅσα εἰς δυνάμεως τάξιν ἥκει.
ἕνεκεν οὐ τέλη. καὶ ὅσα οὕτως ἔχει, τούτων ἀεὶ τὸ τέλος βέλτιον, οἷον ἡ ὑγίεια βέλτιον ἢ τὰ ὑγιεινά, καὶ ἀπλῶς ἀεὶ καθόλου τοῦτο βέλτιον οὗ ἕνεκεν καὶ τὰ ἄλλα. — πάλιν αὐτῶν τῶν τελῶν βέλτιον ἀεὶ τὸ τέλειον τοῦ ἀτελοῦς.
παραγενομένου προσδεόμεθα τινός, οἷον τῆς δικαιοσύνης μὲν [μόνον] παραγενομένης πολλῶν προσδεόμεθα, τῆς δὲ εὐδαιμονίας παραγενομένης οὐδενὸς ἔτι προσδεόμεθα. τοῦτο ἄρα ἐστὶν τὸ ἄριστον ἡμῖν ὃ ζητοῦμεν, ὅ ἐστι τέλος τέλειον· τὸ δὲ δὴ τέλειον τέλος τἀγαθόν ἐστι καὶ τέλος τῶν ἀγαθῶν.
βέλτιον. αὐτὸ γὰρ βέλτιστον ἐστίν. οἷον τὰ ὑγιεινὰ θεὶς καὶ τὴν ὑγίειαν, σκόπει τί τούτων πάντων βέλτιστον· βέλτιστον δέ ἐστιν ὑγίεια· εἰ δὴ τοῦτο πάντων βέλτιστον, καὶ αὐτὸ αὐτοῦ βέλπιστον.
καὶ τοῦτο ἄτοπον; ἡ γὰρ εὐδαιμονία ἐστὶν ἔκ τινων ἀγαθῶν ένηή· τὸ δʼ ἐξ ὦν ἀγαθῶν σύγκειται, σκοπεῖν εἰ τοῦτʼ ἐστὶν βέλτιον, ἄτοπον· οὐ γάρ ἐστιν ἄλλο τι χωρὶς τούτων ἡ εὐδαιμονία, ἀλλὰ ταῦτα.
εὐδαιμονίαν τὴν ἐκ τούτων τῶν ἀγαθῶν οὖσαν συγκρίνων πρὸς ἄλλα ἃ μή ἐστιν ἐν αὐτῇ ἐνόντα, οὕτω τὸ ἄριστον σκοπῶν ὀρθῶς ἂν σκοποῖτο; ἀλλʼ οὐκ ἔστιν ἀπλοῦν τὸ ἄριστον ὃ ζητοῦμεν νῦν. οἷον λέγοι ἄν τις εἶναι ἄριστον τὴν φρόνησιν ἀπάντων τῶν ἀγαθῶν καθʼ ἓν συγκρινομένων.
ἐστὶν τὸ ἄριστον ἀγαθόν. τὸ γὰρ τέλειον ζητοῦμεν ἀγαθόν, ἡ δὲ φρόνησις μόνη οὖσα οὐ τέλειον· οὐκ ἄρα τοῦτο τὸ ἄριστον ὃ ζητοῦμεν, οὐδὲ τὸ οὕτως ἄριστον.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.